Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.diosk.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Σῶσος Διοσκουρίδῃ τῷ ἀδελ φῷ τῷ φίλῳ πατρὶ τῇ ἐλπίδι τῇ ἐμῇ χαίρεινχαίρεν. λέγω δέ σοι εἰ ἐρρω οι καὶ τὰ λοιπὰ πάντα κατὰ λόγον ἐστί. ἐνομισαιναν Ῥοδοκλή τὴν βλέψιν περιγεγενῆσθαι. τὸ μὲν γὰρ ἔρρωμαι δὲ καὶ αὐτὸς γράφεινγράφιν σοι εὔηθες μοι ἐδόκειἐδόκι εἶναι, οὐ γὰρ ἔρρωμαι, ἀλλὰ ἐν τῇ μεγίστῃ ἀτυχίᾳ εἰμί, καίπερ ὑπὸ τῶν σῶν παρακλήσεων πολύ τι μετακεκλημένος, ὦ Διοσκου ρίδη, ὅμως δὲ οὖν οὔπω δύναμαιδύνομαι δύνομαι λῆξαι προσρτη περὶ ἐμὲ δυστυχίᾳ ἵνα τὸ παννις ἀποχωρις πάντων εη καὶ τῶν τιμίων ουε τὰ πέρυσι ἐποίησε, παρὰ δὲ Κασσάν δρας πᾶν ἱκανόν μοι γινόμενον σὺν ἀλιπείᾳ, ἐγὼ δὲ οὐδʼ ἡντινοῦν σοι χρείανχρήαν δεδύνημαι παρασχέσθαι, ἀλλὰ οὐδὲ ἐμ αυτῷ μὰ τὴν σὴν σωτηρίαν, εἰ μή τι ἓν καὶ ἕν. ἐν γὰρ τῷ Θεσμοφορίῳ οὔσης Ῥοδοκλήας ἀναγκάζομαιἀνακάζομαι ἐκεῖἐκῖ αὐτῇ διακονεῖνδιακονῖν, οὐ γὰρ ἔχο μεν οὐθένα. ἀλλὰ ταῦτα μὲν οὕτως. σὺ δὲ χαριῇ μοι μεγάλως, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ ὅλῃ τῇ πόλειπόλι, ἐπιμελόμενος σοῦσδῦ, ἵνα ὑγιαίνων ἔρχη` πρός τε τὴν ἀδελφὴν καὶ τὰ παιδία καὶ πάντας τοὺς φίλους· τούτου γὰρ ἡμῖν, μὰ τὸν Ἡρακλῆ, οὐθὲν μέγιστόν ἐστιν. ἔτους κ ἔρρωσο Μεσορὴ δ Σῶσος Διοσκουρίδηι ἔτους κ Μεσορὴ ιϛ τῷ Ἱέρωνι φέροι. Παώτῃ.Cross-references (3)
- TM-Text 44730 primary
- DDbDP-Text p.diosk;;15 tier-1
- HGV-Text 44730 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.