no image
DDbDP-text
Greek loan of wheat via HGV-meta
Interest-free loan of wheat from Apollonia to Psennesis and Tisris. A notarial contract registered at Pathyris in which Apollonia, wife of the cavalry officer Dryton, lends 35 artabas of wheat interest-free to the couple Apollonios alias Psennesis and Herais alias Tisris, repayable in Pachon. A docket on the back records the loan and its repayment date. machine translation
Linked by Trismegistos ID
TM 254.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους λθ Χοίαχ ιβ ἐν Παθύρει ἐπὶ Σαραπίωνος ἀγορανόμου ἐδάνεισεν
Ἀπολλωνία Πτολεμαίου τοῦ Ἑρμοκράτου
Κυρηναία μετὰ κυρίου τοῦ ἑαυτῆς
ἀνδρὸς Δρύτωνος τοῦ Παμφίλου Κρητὸς
τῶν τοῦ ἐπιτάγματος ἱππάρχου
ἐπʼ ἀνδρῶν καὶ διαδόχων Ἀπολλωνίωι
Ἀπολλοδότου τῶι καὶ Ψεννήσει Ἁρσιήσιος
Πέρσηι τῆς ἐπιγονῆς καὶ Ἡραίδι Πτολεμαίου τῆι καὶ Τίσρει Παοῦτος Περσίνηι
μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀπολλωνίου τοῦ προγεγραμμένου πυρῶν ἀρτάβας
τριάκοντα πέντε ἄτοκα· τὸ δάνειον
τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι
Ἀπολλωνίαι ἐμ μηνὶ Παχὼν τοῦ λθ ἔτους
πυρὸν νέον καθαρὸν ἄδολον ἀποκαθεστάμενον εἰς οἶκον πρὸς αὐτὴν ἰδίοις
ἀνηλώμασιν μέτρωι ὧι καὶ παρειλήφασι
πρὸς τὸ κθ-χοίνικον· ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι
ὡρισμένωι χρόνωι ἀποτεισάτωσαν
παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην
ἐν τῆι ἀγορᾶι τιμήν· ἔγγυοι ἀλλήλων
εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου
πάντων οἱ δεδανεισμένοι· ἡ δὲ πρᾶξις
ἔστω Ἀπολλωνίαι ἐξ ἀμφοτέρων τῶν
δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου
αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐγ δίκης.
Ἄρειος ὁ παρὰ Σαραπίωνος κεχρημάτικα.
[v,1]
ἀπόδοσις
ἐν τῷ λθ ἔτει
[v,2]
ἔτους λθ Χοίαχ ιβ δάνειον Ἀπολλωνίας
πρὸς Ψεννῆσιν πυρῶν ἀρτάβας λε
καὶ Τίσριν γυναῖκα αὐτοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.