no image
DDbDP-text
Greek loan of wheat via HGV-meta
Loan of wheat from Kaies to Harpaesis. A notarial contract drawn up before the agoranomos at Pathyris in 117 BC, in which Kaies son of Pates lends 25 artabas of wheat to Harpaesis son of Portis, to be repaid at harvest in Pachon. Late repayment incurs a penalty of one and a half times the market price, with execution on the borrower's property. machine translation
Linked by Trismegistos ID
TM 215.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἔτους νγ Χοιαχ ιε ἐν Παθύρει
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου·
ἐδάνεισεν Καίης Πατῆτος
Πέρσης τῆς ἐπιγονῆς
Ἁρπαήσει Πόρτιτος Πέρσῃ
τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας κε.
τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος
Καίητι ἐν μηνὶ Παχὼν
τοῦ νγ ἔτους νέον καθαρὸν
ἀποκαθεστάμενον εἰς οἶκον
πρὸς αὐτὸν ἰδίοις ἀνηλώμασιν μέτρωι ὧι καὶ
παρείληφεν· ἐὰν δὲ μὴ
ἀποδῶι ἐν τῶι ὡρισμένωι
χρόνωι, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν
ἐσομένην ἐν τῆι ἀγορᾶι
τιμήν· ἡ δὲ πρᾶξις ἔστω
Καίητι ἐκ τοῦ Ἁρπαήσιος
καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων καθάπερ
ἐγ δίκης.
Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.
[v]
Δάνειον Καίητος πρὸς
Ἁρπαῆσιν πυρῶν κεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.