no image
DDbDP-text
Interest-free loan of wheat and barley to four brothers. A notarial contract drawn up at Pathyris in 102 BC, in which Paeris son of Pasemis lends four brothers, sons of Panobchounis, 10 artabas of wheat and 13 of barley without interest. The grain is to be repaid by Pachon 30 at his house in Krokodilopolis, with a 50 percent penalty for late payment. machine translation
Linked by Trismegistos ID
TM 73.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιϛ τοῦ καὶ ιγ Ἁθὺρ ιβ
ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ
Πανίσκου ἀγορανόμου.
ἐδάνεισεν Παῆρις Πασήμιος
Πετεαρσεμθεῖ καὶ Πετεσούχῳ
καὶ Φαγώνει καὶ Ψεννήσει,
τοῖς δ τοῦ Πανοβχούνιος
τοῦ Τοτοηοῦς Πέρσαις τῆς ἐπιγονῆς,
πυροῦ ἀρτάβας δέκα , κριθῆς
ἀρτάβας δέκα τρεῖς ἄτοκα.
τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Παήρι
ἐν μηνὶ Παχὼν λ τοῦ αὐτοῦ ἔτους
νέον καθαρὸν καὶ ἄδολον
ἀπὸ παντός, καὶ ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὸν
ἐν Κροκοδίλων πόλει τοῖς ἰδίοις
ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφαν. ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ ὡρισμένωι χρόνῳ
ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν ἐν τῷ ἐχομένωι
μηνὶ παραχρῆμα τὰς τοῦ πυροῦ
ἀρτάβας ι, κριθῆς ἀρτάβας ιγ ἡμιόλιον, ἢ τὴν
ἐσομένην ἐν τῇ αὐτῇ ἀγορᾷ τιμήν. ἡ δὲ πρᾶξις ἔστω Παήρι
ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ
ὁποτέρου αὐτῶν καὶ οὗ ἂν βούληται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκ δίκης.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
δάνειον
Παήριος
πρὸς Πετεαρσεμθέα καὶ
τοὺς ἀδελφοὺς πυροῦ ἀρταβῶν ι
κριθῆς ἀρταβῶν ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.