no image
DDbDP-text
Interest-free loan of bronze drachmas to two brothers at Pathyris. A notarial contract registered at Pathyris in 103 BC in which Petearsemtheus son of Nechoutes lends 5,100 bronze drachmas interest-free to the brothers Petearsemtheus and Petesouchos, repayable in Pharmouthi, with penalties for default. The text also notes a related guarantee by Horos son of Paous. machine translation
Linked by Trismegistos ID
TM 71.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιε τοῦ καὶ ιβ Ἁθὺρ κδ ἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἐδάνεισεν Πετεαρσεμθεὺς Νεχούτου
Πέρσης Πετεαρσεμθεῖ καὶ Πετεσούχωι τοῖς
Πανοβχούνιος τοῦ Τοτοηοῦς τοῖς δυσὶν
Πέρσαις τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος δραχμὰς πεντακισχιλίας ἑκατὸν
ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν
οἱ δεδανεισμένοι Πετεαρσεμθεῖ ἐν μηνὶ
Φαρμοῦθι τοῦ ιε τοῦ καὶ ιβ ἔτους. ἐὰν δὲ μὴ
ἀποδῶσιν ἐν τῷ ὡρισμένωι χρόνωι
ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν ἐν τῷ ἐχομένῳ μηνὶ παραχρῆμα τὰς δραχμὰς τοῦ χαλκοῦ Ερ ἡμιόλιον καὶ τοῦ
ὑπερπεσόντος χρόνου τόκους β δραχμὰς
τῆς μνᾶς τὸν μῆνα ἕκαστον. τοῦτο
δʼ ἐστὶν τὸ δάνειον ὃ ἠγγύησεν Ὥρος
τοῦ Παοῦτος πρὸς Πακοῖβιν Πετεαρσεμθέως
ἀπὸ χαλκοῦ ταλάντου α δραχμῶν Εσ. ἔγγυοι ἀλλήλων εἰς
ἔκτισιν τῶν διὰ τοῦ δανείου τούτου πάντων αὐτοὶ οἱ δεδανεισμένοι. ἡ δὲ πρᾶξις ἔστω Πετεαρσεμθεῖ ἐκ τῶν δεδανεισμένων
καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου αὐτῶν καὶ ἐξ οὗ
ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκ
δίκης.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
δάνειον Πετεαρσεμθέως πρὸς
Πετεαρσεμθεία καὶ
Πετεσοῦχον τοὺς Πανοβχούνιος
χαλκοῦ δραχμῶν Ερ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.