no image
DDbDP-text
Discharge of a bronze loan repaid to Petearsemtheus son of Almaphis. A notarial deed from the record office at Pathyris acknowledging that Petearsemtheus son of Almaphis has been repaid a loan of 2 talents of bronze by Petearsemtheus and Petesouchos, sons of Panobchounis, and their brothers, with a promise not to sue. The debt had originally been owed by Harpos son of Pabys and his wife Tareesis. machine translation
Linked by Trismegistos ID
TM 74.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιϛ τοῦ καὶ ιγ Χοίαχ δ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου
ἀγορανόμου.
ἐπελύσατο Πετεαρσεμθεὺς
καὶ Πετεσοῦχος τοῦ Πανοβχούνιος
τοῦ Τοτοηοῦς καὶ οἱ τούτων ἀδελφοὶ
δάνειον χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν
αὐτοῖς Πετεαρσεμθεὺς Ἀλμαφέως
κατὰ συνγραφὴν δανείου τὴν τεθεῖσαν ἐπὶ
τοῦ ἐν Παθύρει ἀρχείου ἐν τῷ
ιε τοῦ καὶ ιβ ἔτει· ὃς καὶ παρὼν
ἐπὶ τοῦ ἀρχείου Πετεαρσεμθεὺς
Ἀλμαφέως ἀνομολογήσατο
ἀπέχειν παρὰ Πετεαρσεμθέως τοῦ
Πανοβχούνιος καὶ τῶν τούτου ἀδελφῶν
τὰ τοῦ σημαινομένου χαλκοῦ τάλαντα β,
καὶ μὴ ἐπελεύσεσθαι Πετεαρσεμθεία μηδʼ ἄλλον τινὰ τῶν
παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθέα
καὶ τοὺς ἀδελφοὺς μηδʼ ἐπʼ ἄλλον
τινὰ τῶν παρʼ αὐτῶν. εἰ δὲ μή,
ἥ τʼ ἔφοδος ἄκυρος ἔστω, καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου
ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον
κύριον εἶναι κατὰ τὰ προγεγραμμένα.
τοῦτο δʼ ἐστὶν τὸ ὀφείλημα
ὃ ὤφειλεν Ἁρπὼς Παβῦτος καὶ ἡ
τούτου γυνὴ Ταρεῆσις.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
ἐπίλυσις πρὸς Πετεαρσεμθέα
καὶ τοὺς ἀδελφοὺς
δανείου χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν αὐτῶι Πετεαρσεμθεὺς Ἀλμαφέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.