no image
DDbDP-text
Loan, at the Office of the Agoranomus via HGV-meta
Interest-free loan of bronze money before the agoranomos. A notarial contract drawn up before the deputy of the agoranomos at Pathyris, recording an interest-free loan of 12 bronze talents by Agathinos and Pates to Panas son of Pates, repayable within thirty days. It dates to June 101 BC. machine translation
Linked by Trismegistos ID
TM 10.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
ἔτους ιϛ τοῦ καὶ ιγ Παῦνι θ ἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἐδάνεισαν Ἀγαθῖνος Φιλοξένου τοῦ παρὰ
Πλάτωνος τοῦ συνγενοῦς καὶ στρατηγοῦ
καὶ Πατῆς Ποήριος οἱ δύο Πανᾶτι Πατῆτος
τῶν ἐκ Παθύρεως Πέρσης τῆς ἐπιγονῆς
ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως τετανὸς
μακροπρόσωπος εὐθύριν οὐλὴ φαλάνθῳ ἀριστερῶι
χαλκοῦ νομίσματος τάλαντα δέκα δύο, γίνεται τάλαντα ιβ,
ἄτοκα, ἡμερῶν τριάκοντα ἀπὸ μηνὸς Παῦνι ιθ.
τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Πανᾶς Ἀγαθίνωι καὶ Πατῆτι τοῖς δανείζουσιν
ἐν μηνὶ Ἐπεὶφ εἰκάδος τοῦ αὐτοῦ ἔτους· ἐὰν δὲ
μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι
ἀποτεισάτω καθὰ γέγραπται παραχρῆμα ἐπάναγκον· ἡ δὲ
πρᾶξις ἔστω Ἀγαθίνωι καὶ Πατῆτι ἐκ τοῦ
δεδανεισμένου Πανᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων πράσσοντι καθάπερ ἐκ δίκης.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[ms]
ἔτους ιϛ τοῦ καὶ ιγ Παῦνι ιθ
δάνειον Ἀγαθίνωι καὶ Πατῆτι πρὸς
Πανᾶν Πατῆτος χαλκοῦ ταλάντων ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.