Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.dura.20 29. Juni 121

Antichretic Loan via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 17218. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους ηξτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον βλυ, μηνὸς Δαισίου ἕκτηι ἐπʼ εἰκάδι, ἐν Παλίγαι κώμηι τῆς περὶ Ἰάρδαν ὑπαρχείας, ἐπὶ Μητολβαίσσα Μην τοσδεου τοῦ Μηναρναίου, φρουράρχου καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, καὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐδάνεισεν Φραάτης εὐνοῦχος, ἀρκαπάτης, τῶν παρὰ Μανήσου τοῦ Φραάτου τῶν βάτησα καὶ τῶν ἐλευθέρων, παραλήπτου καὶ στρατηγοῦ Μεσοποταμίας καὶ Παραποταμίας καὶ Ἀραβάρχου, Βαρλάαι Θαθαίου τοῦ Ἀβλαίου, τῶν ἀπὸ τῆς ηρακων κώμης χαραισι, ἀργυρίου καλοῦ Τυρίου κόμματος δραχμὰς τετρακοσίας ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσιν ευ ἃ καὶ ἔσται παρὰ τῶι κυρίωι. ἀντὶ δὲ τῶν τόκων τοῦ αὐτοῦ ἀργυρίου συνπαρα μένων ὁ Βαρλάας τῶι Φραάτει μέχρι τοῦ τῆς ἀποδόσεως χρόνου παρέξεται αὐτῶι δουλικὰς χρείας, ποιῶν τὰ προστασσόμενα αὐτῶι πάντα, οὐ γιγνόμενος ἀφήμερος οὔτε ἀπόκοιτος ἄνευ τῆς τοῦ Φραάτου γνώμης· ἐὰν δὲ ἀφημερεύσῃ ἢ ἀποκοιτήσῃ ἀπὸ τοῦ Φραάτου, ἐκτείσει ἑκάστης ἡμέρας δραχμὴν μίαν ἐὰν δὲ ἀσθενήσῃ πλεῖον ἡμερῶν ἑπτά , ἐκτείσει ὁ Βαρλάας ἑκάστης ἡμέρας ἧς ἂν ἀργήσῃ δραχμὴν μίαν · ἐὰν δὲ εἰς ἱερόν τι καταφύγῃ, βληθήσεται ἐκ τοῦ ἱεροῦ καὶ χρήσεται αὐτῶι ὁ Φραάτης οις, χορηγήσει μέντοι γε αὐτῶι ὁ Φραάτης τὴν καθʼ ἡμέραν τροφὴν καὶ ἀμφιεσμόν· δρασμοῦ δὲ καὶ θανάτου καὶ βλάβους καὶ ἑτέρων κινδύνων οὐ μετέσται τῶι δανειστῆι. τὸ δὲ προγεγραμμένον ἀργύριον καὶ ἐάν τι ἄλλο προσσυναχθῇ ἀπὸ τῶν ἀργιῶν ἀπο δώσει ὁ Βαρλάας τῶι Φραάτει ἐν μηνὶ Δαισίωι τῶι ἐν τῶι ὡς τὸ πρότερον γλυ ἔτει· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι ὡρισμένωι χρόνωι, ἔσται καὶ οὕτως παρεχόμενος ὁ Βαρλάας τῶι Φραάτει τὰς αὐτὰς χρείας ἐπὶ ταῖς προκειμέναις διαστολαῖς μέχρι τῆς τοῦ ἀρ γυρίου ἀποδόσεως· ἐὰν μέντοι γε τοῦ χρόνου παρεληλυθότος βούληται ὁ Φραάτης ἐκκομίζεσθαι τὸ ἀργύριον, ἀπαιτηθεὶς δὲ ὁ Βαρλάας τὸ ἀργύριον ἀποδοῦναι, ἡ πρᾶξις ἔσται τῶι Φραάτει καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Βαρλάου καὶ τῶν ὑποκειμένων ὑπαρχόντων αὐτῶι καὶ ὧν ἂν ἐπικτήσηται ἄλλων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν σὺν τῶι ωι. ἐτάξατο δὲ ὁ Βαρλάας ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ ἐν Εὐρωπῶι χρηματιστηρίου ὅταν παρ αγγελῇ αὐτῶι ὑπὸ τοῦ Φραάτου ἐν ἄλλαις ἡμέραις πέντε · ἐὰν δὲ μὴ ἀνανεώσηται, ἐκτείσειν τῶι Φραάτει ἐπίτιμον ἀργυρίου δραχ μὰς τετρακοσίας , εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Νικάνωρ Ὀμαιάνου, Φρανι Φα Διογένης αληωτ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.