no image
DDbDP-text
Antichretic Loan via HGV-meta
Linked by Trismegistos ID
TM 27074.
Each record below describes this same artifact or text from a different angle.
ἀποδώσει ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι ἐν μηνὶ τῶι ἐν τῶι ὡς τὸ πρότερον ἔτει· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἔσται καὶ οὕτως παρεχό μενος ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι τὰς αὐτὰς χρείας ἐπὶ ταῖς προκειμέναις διαστολαῖς μέχρι τῆς τοῦ ἀργυρίου ἀποδόσεως· ἐὰν μέντοι γε τοῦ χρόνου παρεληλυθότος βούληται ὁ Ἀπολλώνιος ἐκ κομίζεσθαι τὸ ἀργύριον, ἀπαιτηθεὶς δὲ ὁ Βααδάδαδος μὴ δύνηται αὐτίκα τὸ ἀργύριον ἀποδοῦναι, ἡ πρᾶξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Βααδαδάδου καὶ τῶν ὑπαρχόντων τῶν ὑποκειμένων καὶ ὧν ἂν ἐπικτήσηται πάντων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν σὺν τῶι ωι· παρὼν δὲ Βηλάκαβος Σαλαμάνου τοῦ Βαναρσᾶ τῶν ἀπὸ εὐδόκησεν τῶι χρηματισμῶι τούτωι καὶ τῆι ὑποθήκηι. ἐτάξατο δὲ ὁ ΒααδάδδαδοςΒααδαδος ἀνανεώσεσθαι τὴν συν γραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρηματιστηρίου ὅταν παραγγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε · ἐὰν δὲ μὴ ἀνανεώσηται ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Νικόστρατος κλέους, Δαμόνικος Δημοκράτους. ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.