Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dura.25

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ ὑπάτων Βρουντίου Πραισεντ τὸ δεύτερον καὶ Ἰουλίου Οὐήρου τὸ δεύτερον, ἔτους εἰκοστοῦ τῆς Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου, τετάρτου δὲ ἔτους τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Κομμόδου, Σεβαστῶν, ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν υϙα, μηνὸς Περιτίου τετάρτῃ, ἐν Εὐρωπῷ τῇ Ζηνοδότου τοῦ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τοῦ Ἀθηνοδότου τοῦ Ἀρτεμιδώρου, τῶν δὲ προγόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, βασιλέως δὲ Σελεύ κου Νικάτορος Δανύμου τοῦ Σελεύκου τοῦ Δανύμου. ἀπέδοτο Λυσίας Λυσίου τοῦ Ἡλιοδώρου τοῦ Ἀριστονίκου, Εὐρωπαῖος, δοῦλον αὐτοῦ ᾧ ὄνομα Ἀχαβοῦς, ὡς ἐτῶν κ, καὶ τῆς οὔσης ἐν ἐπιφυτευτικοῖς περὶ Ναβαγάτα τὴν αὐτήν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος νιμένων, ἐκ τῆς πρὸς Ἡλιό δωρον Λυσίου, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀμπέλου μετοχῆς· τὸν δʼ αὐτὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπιβαλόντα αὐτῷ Λυσίᾳ νκατα κατὰ τὰς προυπαρχούσας τῆς ὅλης ἀμπέλου ὁρίους καὶ νομὰς vestiges μεθʼ ἑτέρων κατὰ τὴν γενομένην αὐτῷ διαίρεσιν πρὸς Ἡλιόδωρον τὸν ἐπάνω ἀδελφὸν κατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρεοφυλακίου ἐν τῷ ἐνεστῶτι ἔτει καὶ διελθόντι μηνί· ἐπρίατο Ἡλιόδωρος ὁ ἐπάνω ἀργυρίου δραχμῶν πεντακοσίων καὶ τῶν γεινομένων πάντων. βεβαιοῖ καὶ προπωλεῖ κατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ ἐξεδέξατο, ἐάν τις ἐμποιηθῇ τοῦ πεπραμένου δούλου καὶ τοῦ μέρους ἡμίσους ἀμπέλου, αὐτὸν ἀντικαταστάντα καθαροποιήσειν τῷ Ἡλιοδώρωι· ἐάν δὲ μὴ καθαροποιήσῃ, βλαβῇ δέ τι ὁ Ἡλιόδωρος διὰ ταῦτα, ἐκτίσειν αὐτῷ πᾶν ὃ ἂν γένηται βλάβος διπλοῦν καὶ ἐπίτιμον δραχμὰς πεντακοσίας . Ἡλιόδωρος, στρατηγὸς καὶ ἐπιστάτης πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθηνόδωρος, χρεοφύλακες· Ὄλυμπος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου. ἐπὶ ὑπάτων Βρουντίου Πραίσεντι τὸ δεύτερον καὶ Ἰουλίου Οὐήρου τὸ δεύτερον, ἔτους εἰκοστοῦ τῆς Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου, τετάρτου δὲ ἔτους τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου ΚομμόδουΚομάδου, υἱοῦ αὐτοῦ, Σεβαστῶν ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν υϙα, μηνὸς Περιτίου τετάρτῃτεταρατῃ ἐν Εὐρωπῷ τῇ πρὸς Ἀραβίᾳ, ἐπὶ ἱερέων Διὸς μὲν Λυσανίου τοῦ Ζηνοδότου τοῦ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τοῦ Ἀθηνοδότου τοῦ Ἀρτεμιδώρου, τῶν δὲ προγόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, βασιλέως δὲ Σελεύκου Νικά τορος Δανύμου τοῦ Σελεύκου τοῦ Δανύμου. ἀπέδοτο Λυσίας Λυσίου τοῦ Ἡλιοδώρου τοῦ Ἀριστονίκου, Εὐρωπαῖος, οἰκῶν δὲ ἐν Ναβαγάτοις κώμῃ τῆς περὶ Γαβαλεῖν ὑπαρχείας, δοῦλον αὐτοῦ ᾧ ὄνομα Ἀχαβοῦς, ὡς ἐτῶν κ, ἀπέδοτο δὲ ὁμοίως καὶ τὸ ὑπάρχον αὐτῶι μέρος ἥμισυ ἀμπέλου τῆς οὔσης ἐν ἐπιφυτευτικοῖς περὶ Ναβαγάτα τὴν αὐτὴν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος, ἐκ τῆς πρὸς Ἡλιόδωρον Λυσίου, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀμπέλου μετοχῆς· τὸν δʼ αὐ τὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπιβαλόντα αὐτῶι Λυσίᾳ μεθʼ ἑτέρων κατὰ τὴν γενομένην αὐτῶι διαίρεσιν πρὸς Ἡλιόδωρον τὸν ἐπάνω ἀδελφὸν αὐτοῦ κατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρε οφυλακίου ἐν τῶι ἐνεστῶτι ἔτει καὶ διελθόντι μηνί. τὸ δὲμέρος ἥμισυ τῆς ἀμπέλου σὺν μέρει ἀκροδρύοιςἀκροδρυοισι, ληνῶνι, καὶ τοῖς ἄλλοις τοῖς συνκύρουσι καὶ καθήκουσι πᾶσι καὶ κατὰ τὰς προυπαρχούσας τῆς αὐτῆς ἀμπέλου ὅριά τε καὶ νομὰς ἐπρίατο Ἡλιόδωρος Λυσίου, ὁ προγεγραμμένος, ἀργυρίου Τυρίου κόμματος δραχμῶν πεντα κοσίων καὶ τῶν γεινομένων πάντων. βεβαιοῖ καὶ προπωλεῖ κατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ ἐξεδέξατο, ἐάν τις ἐμποιηθῇ τοῦ πεπραμένου δούλου καὶ τοῦ μέρους ἡμίσους τῆς ἀμπέλου, αὐτὸν ἀντικατασ τάντα καθαροποιήσειν τῶι Ἡλιοδώρωι, ἐὰν δὲ μὴ καθαροποιήσῃ, βλαβῇ δέ τι ὁ Ἡλιόδωρος διὰ ταῦτα, ἐκτίσειν αὐ τῶι πᾶν ὃ ἂν γένηται αὐτῶι βλάβος διπλοῦν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας , ὑπάρχειν δὲ καὶ οὕτως τὴν καταγραφὴν ταύτην κυρίαν. μάρτυρες· Ἡλιόδωρος, στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθηνόδωρος χρεοφύλακεςχρεφύλακες· Ὄλυμπος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου. ἐξείληπται. υϙα, Περιτίου δ. Λυσίας, ὁ ἐπάνω, ἀπεδόμην κατὰ τὰ προγεγραμμένα καὶ Χ̓ρημάτισα. Περιτίου δ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.