no image
DDbDP-text
Salaire d’un barbier (serment) via HGV-meta
Linked by Trismegistos ID
TM 3322.
Each record below describes this same artifact or text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Παράτης, Ἄραψ, κουρεύς, τῶν κατοικούντων Πτολεμαίδα τὴν τῶν Ἀράβων. ἀδι κοῦμαι ὑπὸ Μαλίχου τοῦ σαζαίου. ἐμοῦ γὰρ αὐτῶι τὰς χρείαςχρέας παρεσχημένου καὶ τοῖς προσήκουσι αὐτῶι πᾶσι τεθεραπευκὼς ἀνεγκλήτως τῆι τέχνηι κν ἔθος καὶ ἐπὶ πλέονα ἔτη πρὸς σύνταξιν, καθότι ἦν ἐπικεχωρη μένον πρός με καὶ τὸν Μάλιχον, νυνὶνυνεὶ δὲ αει τοῦ προεληλυθότος ἔτους τοῦ κϛ, ἀντιλογίας δέ μοι πρὸς εν περὶ τούτων καὶ ὥρκισένὅρκισέν με ἀγαγὼν ἐπὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἦ μὴν μὴ κεκομίσθαι δέομαι σου, βασιλεῦ, μὴ περιιδεῖνπεριιδῖν ἀδικούμενον, ὄντα χειροτέχνηνχιροτέχνην, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι ὅπως γράφηι Πτολεμαίωι τῶι ἐπιστάτηι, εἴπερ εἰμί ὀμωμοκώς αὐτῶι ἐὰν μὲν ἔτι καὶ νῦν ἀποδοῦναι βούληταί μοι ἃ ἐγκαλῶ ειαα ἐὰν δέ τι ἀντιλέ γηι, ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην ὅπως διακριθῆι μοι. τούτου γὰρ γενομένου, βασιλεῦ, ἔσομαι τῆς παρὰ σοῦ πάσης φιλανθρω πίας τετευχώς. εὐτύχει. Πτολεμαίωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Παράτης Ἄραψ κουρεὺς πρὸς Μάλιχον περὶ μισθοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.