no image
DDbDP-text
Brûlures volontaires dans un bain public via HGV-meta
Linked by Trismegistos ID
TM 3357.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεῖ Πτολεμαίωι χαίρειν Φιλίστα Λυσίου, τῶν κατοικουσῶν ἐν Τρικωμίαι. ἀδικοῦμαι ὑπὸ Πετεχῶντος. λουομένης γάρ μου ἐν τῶι βαλανείωι τῶι ἐν τῆι προειρημένηι κώμηι, ἔτους α, Τῦβι ζ, παραχέων ἐν τῶι γυναικείωι θόλωι, ἐγβεβηκυίας μου ὥστε σμήσασθαι, εἰσενέγκας θερμοῦ τὰς ἀρυταίνας κατεσκέδασέν μου μίαν καὶ κατέκαυσεν τήν τε κοιλίαν καὶ τὸν ἀριστερὸν μηρὸν ἕως τοῦ γόνατος
ὥστε καὶ κινδυνεύειν με· ἃ καί εὑροῦσα παρέδωκα Νεχθοσίρι τῶι ἀρχιφυλακίτηι τῆς κώμης, παρόντος Σίμωνος τοῦ ἐπιστάτου. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, ἱκέτις ἐπὶ σὲ καταπεφευγυῖα, μὴ περιιδεῖν με οὕτως ἠνομημένην, χειρόβιον οὖσαν, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Σίμωνι
τῶι ἐπιστάτηι καὶ Νεχθοσίρι τῶι φυλακίτηι ἀναγαγεῖν ἐφʼ
αὑτὸν τὸν Πετεχῶντα ὅπως Διοφάνης ἐπισκέψηται περὶ
τούτων, ἵνʼ ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ, τὸν πάντων κοινὸν εὐεργέτην, τοῦ δικαίου τύχω.
εὐτύχει.
Σίμωνι ἀπόστειλον τὸν ἐνκαλούμενον. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ.
[v]
ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ.
Φιλίστα πρὸς Πετεχῶντα
παραχύτην περὶ τοῦ κατακεκαῦσθαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.