no image
DDbDP-text
Plainte pour coups via HGV-meta
Linked by Trismegistos ID
TM 3347.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἑρμογένης Φιλ[…]Πέρσης τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Πετοσίριος τοῦ κατοικοῦντος ἐν Λαγίδι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. τοῦ γὰρ ε ἔτους ὡς αἱ
πρόσοδοι, Φαμενὼθ κα, λοιδορίας μοι γενομένης πρὸς αὐτὸν
ἐν τῆι προγεγραμμένηι κώμηι, τὰς χεῖράς μοι […]ην …[…]
πυγμαῖς καὶ λακτίσμασιν […]εἰς ὃ ἂν τύχοι μέρος τοῦ σώματος π[…]ε[…]αυτ[…]
παρόντας. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἀγαθοκλεῖ
τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην διακριθησόμενόν μοι καί, ἐὰν ἦι καθότι
γράφω ἀληθῆ, πραχθῆναί μοι αὐτὸν τῶν πληγῶν δραχμὰς σ […]Διοφάνης […]
τούτου γὰρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχώς. εὐτύχει.
Ἀγαθοκλεῖ. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον […]
[v]
ἔτους δ, Δίου γ, Φαμενὼθ κζ.
Ἑρμογένης πρὸς Πετοσῖριν
περὶ πληγῶν δραχμῶν σ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.