no image
DDbDP-text
ἔτους λ Παῦνει κα, πυροῦ φορικοῦ
ἀρτάβας χε 𐅵 δ
ἔτους λ Παῦνει κα. ὁμολογεῖ Ἀπολλώνιος
ναύκληρος τοῦ Ἀσκληπιάδου κερκούρου
ἁληγοῦ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστε εἰς Ἀλεξάνδρεαν εἰς τὸ βασιλικὸν
ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους
παρὰ Διονυσίου τοῦ σιτολογοῦντος τὸ περὶ
Ὀξύρυνχα ἐργαστήριον πυροῦ φορικοῦ
ἀρτάβας ἑξακοσίας πέντε ἥμισυ τέταρτον, γίνονται πυροῦ ἀρτάβαι χε 𐅵 δ μέτρῳ δοχικῷ
τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν
καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν σοι ἐγκαλῶ. τὸ δὲ πλοῖον παρέσταται διὰ Σαραπίωνος
τοῦ παρὰ Θεοδώρου τοῦ προεστηκότος τινῶν
πλοίων τῶν τῆς βασιλίσσης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.