no image
DDbDP-text
ἔτους κθ Παῦνι κϛ, πυρῶν
ἀρτάβας πεντακοσίας .
ἔτους κθ Παῦνι κϛ. ὁμολογεῖ Διονύσιος ναύκληρος
τοῦ Ἀρχεδήμου καὶ Ἀνδρομάχου κερκούρου ἀγωγῆς
πεντακοσίων τετταράκοντα
ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ
τὴν Καινὴν ὅρμου ὥστε
εἰς Ἀλεξάνδριαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ ἔτους κθ παρεσταμένον δὲ διὰ Σαραπίωνος
τοῦ παρὰ Θεοδώρου μισθωτοῦ τινῶν πλοίων τῆς βασιλίσσης παρὰ Διονυσίου
τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον
πυρῶν ἀρτάβας πεντακοσίας, γίνονται πυρῶν ἀρτάβαι φ
μέτρωι δοχικῶι τῶι συνβεβλημένωι πρὸς τὸ χαλκοῦν
καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθὲν ἐγκαλῶ. ἔγραψεν
Θεόκριτος τοῦ
Δωριμάχου τ……
ε διὰ τὸ φάσκειν Διονύσιον
μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.