no image
DDbDP-text
[r]
ἔτους λ Παῦνι κ,
πυρῶν ἀρτάβας υ.
ἔτους τριακοστοῦ Παῦνι κ
ὁμολογεῖ Ἰμούθης
ναύκληρος τοῦ τῆς
βασιλίσσης κοναυθίου
ἐνβεβλῆσθαι ἐπὶ τοῦ
κατὰ τὴν Καινὴν
ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ
βασιλικὸν παρὰ
Διονυσίου τοῦ
σιτολογοῦντος τὸ περὶ
Ὀξύρυχα ἐργαστήριον
πυροῦ φορικοῦ ἀπὸ τῶν
γενημάτων τοῦ
αὐτοῦ ἔτους ἀρτάβας
τετρακοσίας
μέτρῳ δοχικῷ τῶι
συνβεβλημένῳ πρὸς
τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ οὐθέν σοι ἐνκαλῶ.
τὸ δὲ πλοῖον παρέσταται
ὑπὸ Σαραπίωνος.
ἔγραψεν Ἀμμώνιος
ὑπὲρ Ἰμούθου διὰ τὸ
φάσκειν αὐτὸν μὴ εἰδέναι γράμματα.
[v]
κοναύθιον
ἀρτάβαι υ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.