no image
DDbDP-text
[r]
ἔτους λ Παῦνι κθ, πυροῦ ἀρτάβας ϡ.
ἔτους τριακοστοῦ Παῦνι ἐνάτῃ
καὶ εἰκάδι. ὁμολογεῖ Ἡρωίδης ναύκληρος τῆς τῶν Μακεδόνων
κερκουροσκάφης ἥς μισθωτὴς
Σατυρίων ἐμβεβλῆσθαι ἐπὶ τοῦ
κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς
Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν
ἀπὸ τῶν γενημάτων τοῦ τριακοστοῦ ἔτους παρὰ Διονυσίου
τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας ἐνακοσίας,
γίνονται ϡ μέτρῳ δοχικῷ τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν
καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν
σοι ἐγκαλῶ.
[… ? lines lost …]
[v]
………
ναυ πλοῖον ἰδιωτικὸν[…]
καὶ χρ…μ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.