no image
DDbDP-text
Report of Trial with Annexed Documents via HGV-meta
Linked by Trismegistos ID
TM 10742.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἐξ ὑπομνηματισμῶν Ἀπολλωνίου γεναμένου στρατηγοῦ Θεμίστου μερίδος
κριτοῦ καὶ ἐπὶ τῆς ἀνακτήσεως τῶν[…]ἀλλοτριουμένων […]
καταστῆναι ἐπʼ ἐμοῦ ἔτους θ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
μηνὸς Παχὼν[…]Εὐάγγελον Πάτρωνος καὶ Ἡρακλείδην τὸν καὶ Οὐαλέριον καὶ
Λυσίμαχον ἀμφοτέρους Ἡρακλείδου καὶ Ἁρποκρατίωνα καὶ Ἀκουσίλαον ἀμφοτέρους
Λεωνίδου[…]Σαραπίωνι Ἡρακλείδου. Εὐανγέλου διὰ τῶν συνηγορούντων
αὐτῷ[…]ῥητόρων εἴπαντος τὸν πατέρα αὐτοῦ Πάτρωνα
κατασταθέντα δημοσίων λόγων βιβλιοφύλακα τῶι δεκάτῳ ἔτει
ἐν μηνὶ Ἐπὶφ καὶ μείναντα ἐν τῇ τάξει τετελευτηκέναι τῷ δωδεκάτῳ ἔτει
ἐν μηνὶ[…]παραλαβόντα παρὰ τῶν πρὸ
αὐτοῦ βιβλιοφυλάκων διὰ τοῦ γραμματέως Λεωνίδου τοῦ πατρὸς Ἁρποκρατίωνος
καὶ Ἀκουσιλάου[…]τεταγμένω … δε κοινωνόν·[…]του Ἡρακλείδ τὸν πατέρα
[…]Σουλπικίῳ Σιμίλει τῶι ἡγεμονεύσαντι … τῶν[…]διὰ τῶν τοῦ ια ἔτους διαλογισμοῦ ὑπομνηματισμῶν
[…]…[…]κέναι καὶ ἀξιοῦντα παραλαμβάνειν αὐτὸν τὰ βιβλία
[…]ναι τῷ γραμματεύσαντι Λεωνίδῃ ρα…τιν αὐτὸν εἰς τὴν β…
[…]…τινο… καὶ …[…]…α[…]… Ἡρακλείδου κ[…]
[…]Λεωνίδου τε τοῦ γραμματεύσαντος τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ Ἡρακλείδου
ἐπιζητοῦντος τίνος κινδύνου τὴν παράλήψιν τῶν βιβλίων δεῖ γενέσθαι,
τὸν στρατηγήσαντα Λεωνίδην κεκρικέναι[…] Λεωνίδου τοῦ γραμματέως
[…]…αρ…υ…θεν τὴν α… παρα[…]… τῶναὐθεντῶν πο[…]
[…]…οπ…ω…ιη…ο…εζητη[…]… τῷ τοῦ ϛ ἔτους θεοῦ
Τραιανοῦ διαλογισμῷ περί τινων βιβλίων παραληφθέντων ὑπὸ τῶν πρὸ
αὐτῶν βιβλιοφυλάκων καὶ ἀποκειμένων ἐν μέρει τινὶ τῆς βιβλιοθήκης[…]
[…]ρώτα, τὸν κράτιστον ἡγεμόνα τὸν στρατηγὸν […]
[…]τα εἶναι ἄχρηστα καὶ δηλῶσαι το[…] γὰρ σταθήσεται […]
[…]γεναμένῳ διαλογισμῷ τὸν στρατηγήσαντα Πτο[…]
[…]…κέναι καὶ δεδηλωκέναι τίνα ἐστὶν τὰ βιβλία καὶ τὸν
[2]
ἡγεμόνα κεκρικέναι τοὺς ἐνεχομένους τῇ παραδόσει ὅσα δεῖ ἐκ τῶν αλ…[…]
[…]…[…]…ζομένων ἐν ἑξαμήνῳ ἀναμεταστῆσαι ἢ πραχθῆναι τάλαντον καὶ ποιήσασθαι· πρὸς ταῦτα ὑ[…]βον αὐτὸν καὶ ἀξιοῦντα μὴ ἐνέχεσθαι διὰ τὸ τὰ μὲν
παραληφθέντα ὑπὸ τοῦ πατρὸς αὐτοῦ παραδεδόσθαι, τὸν δὲ ἀνεπιτήδειον ὄντα μὴ
ἐνέχεσθαι, ἅμα τε τὰ ζητούμενα βιβλία ὑπὸ τοῦ γραμματέωςΛεωνίδου
παρειλῆφθαι, ἐσχηκέναι κριτὴν σὲ τὸν σήμερον ἀκούοντα· ὅθεν ἀξιοῦν μὴ ἐνεχόμενον
αὐτὸν μὴ κρατεῖσθαι. Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου καὶ Λυσιμάχου διὰ τῶν συνηγορησάντων αὐτοῖς Ἀμμωνίου καὶ Ἑρμίου ῥητόρων ἀποκριναμένων τὸν
πατέρα αὐτῶν Ἡρακλείδην γενάμενον βιβλιοφύλακα δημοσίων λόγων σὺν
τῷ τοῦ Εὐανγέλου πατρὶ Πάτρωνι ἐν τῷ αὐτῷ χρόνῳ κατασταθέντας, ἀλλὰ προτέρου
τοῦ Πάτρωνος τετελευτηκότος δὲ αὐτοῦ τῷ ιβ ἔτει θεοῦ Τραιανοῦ μετὰ τὴν
γεναμένην ἐπὶ τοῦ διαλογισμοῦ τῶν πραγματικῶν ἀναγορίαν, τὸν πατέρα
αὐτῶν ἐντετυχηκέναι τῷ ἡγεμονεύσαντι Σιμίλει ἵνʼ ὁ Εὐάνγελος σὺν αὐτῷ κατασταθῇ, ὃν καὶ μεμενηκέναι πρὸς τῇ τάξει ἕως ἂν ἀμφότεροι τῷ ιγ ἔτει διʼ ἐπιστολὴν
τοῦ Σιμίλεως ἀπολυθῶσι, τὸ δὲ παρὸν ζήτημα μὴ αὐτοῖς ἀνήκειν, ἀλλὰ τοῖς τοῦ
τετελευτηκότος αὐτῶν γραμματέως Λεωνίδου κληρονόμοις, ἐκεῖνον γὰρ ἐπί
τε τοῖς αὐτοῖς ἐνέχεσθαισαλάριον τε λαμβάνοντα καὶ τ…ιν… πρ…ιτει τὴν
παράληψιν τῶν βιβλίων τὴν παράδοσιν ποιήσασθαι, δίχα δὲ τῆς τοῦ πατρὸς αὐτῶν
παραμονῆς ἕτερα βιβλία παρειληφέναι, ἀλλὰ καὶ κεκρίσθαι τὰ πράγματα, καὶ μετʼ ἄλλας
ἰδίας κρίσεις …[…] Ἀπολλώνιον τὸν στρατηγήσαντα τῆς Ἡρακλείδου μερίδος
κεκρικέναι τὸν Λεωνίδην παραδοῦναι τοῖς νυνὶ βιβλιοφύλαξι, τῶν κληρονόμων τῶν προτέρων, τοῦ τελευτήσαντος αὐτῶν πατρὸς καὶ τοῦΕὐανγέλου,
ἀποδιδόντων τὴν εἰς τὴν συγκόλλησιν δαπάνην ἣν συνόψει Δημήτριος
γεγυμνασιαρχηκώς, ὃς ἐπιγνώσει εἴ τινα παρέλαβεν βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου
καὶ τοῦ Πάτρωνος ὧν τὴν σύνοψιν οὐκ ἐγχωρήσει εἰς τὸ διδόμενον δαπάνημα·
καὶ τοῦ Δημητρίου μεταπερισπασθέντος εἰς δημοσίαν χρείαν, τὸν μετὰ τὸν Ἀπολώνιον
στρατηγὸν Σαραπίωνα ἐπεσταλκέναι Ἰσιδώρῳ γεγυμνασιαρχηκότι τὰ αὐτὰ
ἀπαρτίσαι, διʼ οὗ ἑστάσθαι τὴν εἰς τὴν συγκόλλησιν δαπάνην τῶν ὑπὸ τῶν πατέρων
[3]
ἡμῶν παραληφθέντων, ἐφʼ οὗ καὶ τὸν Λεωνίδην ὑπεσχῆσθαι
ποιήσειν, ὅπερ δαπάνημα ἀποδεδωκέναι τῷ Λεωνίδῃ, οὗ καὶ ἀποχὴν ἐσκηχέναι
ἐπὶ τοῦ ιη ἔτους μηνὸς Φαμενώθ, ὡς κατὰ ταῦτα δεῖν Ἁρποκρατίωνα καὶ Ἀκουσίλαον,
τοὺς τοῦ γραμματέως Λεωνίδου κληρονόμους, τὰ ζητούμενα ἀπαρτίσαι κατά τε
τὰ συνφωνηθέντα πρὸς τὸν πατέρα αὐτῶν καὶ τὰ κεκριμένα. Ἁρποκρατίωνος
καὶ Ἀκουσιλάου διὰ τῶν αὐτοῖς συνηγορούντων Γαίου καὶ Πασίωνος ῥητόρων εἰπόντων τὸν πατέρα αὐτῶν Λεωνίδην γραμματέα γεγονέναι
τῶν βιβλιοφυλάκων ὀψωνίου καὶ μὴ δεῖν αὐτὸν ἐνέχεσθαι παραδόσει, πάντα μέντοι τὰ βιβλία παραδεδόσθαι ἔξω τῶν ἀνάρχων καὶ διεφθορότων καὶ
σητοβρώτων, ἅπερ τὸν πατέρα αὐτῶν παρειληφέναι παρὰ κληρονόμων
Πρωτογένους καὶ Ἰσιδώρου γεναμένων βιβλιοφυλάκων, Σουλπικίου
Σιμίλεως τοῦ ἡγεμονεύσαντος οὕτως παρειληφέναι κελεύσαντος, τὴν
δὲ παράληψιν γεγονέναι κινδύνωι τῶν αὐθεντῶν, κρίναντος τοῦτο
διʼ ὑπομνηματισμῶν Λεωνίδου τοῦ στρατηγήσαντος· Ἀπολλώνιος·
ἀνάγνωτέ μοι τὸ ἀχθὲν τῷ κρατίστῳ ἡγεμόνι ἐν διαλογισμῷ εἶδος.
ἀναγνωσθέντος Ἀπολλώνιος· ἀνάγνωτε καὶ τοὺς Ἀπολωνίου καὶ Λεωνίδου
ὑπομνηματισμούς. ἀναγνωσθέντος Λεωνίδους μὲν ἑνὸς ἐπὶ τοῦ ιβ ἔτους
Φαμενὼθ λ, διʼ οὗ τοῦ Λεωνίδου ἐπιζητοῦντος τίνος κινδύνῳ ὁ Λεωνίδης
παραλαμβάνει τὰ βιβλία, ὁ στρατηγὸς ἀπεφήνατο οὕτως· πυνθανόμενος
ἀμέλειαν σεαυτοῦ ὑποφαίνεις· πρότερον οὖν τῷ σεαυτοῦ
παραλήψῃ, εἶτα καὶ τῷ τοῦ βιβλιοφύλακος· ἑτέρου δὲ ἐπὶ τοῦ αὐτοῦ ιβ ἔτους Παοῖνι κβ,
διʼ οὗ ἀπεφήνατο οὕτως· περισσῶς τοὺς αὐθέντας ἐπιζητεῖς ἔχοντας
ἀποδεδειγμένον σὲ γραμματέα· εἰς τοῦτο γὰρ κατεστάθης ἵνα κινδύνῳ αὐτῶν
πάντα διοικῇς. ἐγώ σοι καὶ οἱ πρότερον παρήγγειλα καὶ νῦν παραγγέλω
παραλαμβάνειν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως· ἵνα δὲ μὴ παρενθυμηθῆς,
χειρογράφησον οὕτως ποιήσειν. καὶ ἐξῆλθεν Σαραπίων ὑπηρέτης. καὶ Ἀπολλωνίου
γενομένου στρατηγοῦ ὑπομνηματισμοῦ ἐπὶ τοῦ ιζ ἔτους μηνὸς Καισαρίου κβ
[4]
διʼ οὗ ἀπεφήνατο οὕτως· εἰ πρώτως ἐγὼ τοῦ πράγματος ἤκουον, ᾔδειν τί με δεῖ στῆσαι· ἐπεὶ δὲ ὁ πρὸ ἐμοῦ στρατηγὸς
Ἀπίων διαγινώσκων μεταξὺ τοῦ γραμματέως Λεωνίδου καὶ τῶν περὶ τὸν Ἡρακλείδην ἠθέλησεν τὸν μὲν
Λεωνίδην τὴν παράδοσιν τῶν βιβλίων ποιήσασθαι μὴ λαμβάνοντα σαλάριον παρὰ τῶν μεθεσταμένων βιβλιοφυλάκων
ἐν ᾧ χρόνῳ ἡ διακόλλησις γείνηται καὶ ἡ παράδοσις, τὴν δὲ εἰς τὴν συγκόλλησιν δαπάνην εἶναι πρὸς τοὺς αὐθέντας
βιβλιοφύλακας· καὶ μετὰ ταῦτα ὁ κράτιστος ἡγεμὼν Ῥουτίλιος Λοῦπος ἐν διαλογισμῷ τοῦ πράγματος ἀκούσας, Ἀπίωνος
ἀνενεγκόντος αὐτῷ περὶ τούτου, ἀπεφήνατο τὰ μὲν ἕτοιμα παραδιδόναι τὸν Λεωνίδην, περὶ δὲ τῶν λοιπῶν …
διαγνῶναι τὸν Ἀπίωνα, ὁπότερον δʼ ἂν μέρος τῶν διαδικαζομένων παρέλκῃ τὸ πρᾶγμα, γραφῆναι αὐτῷ, ἵνα ζημιωθῇ, καὶ τοῦτον τὸν ὑπομνηματισμὸν σὺν καὶ τῇ γραφείσῃ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος ἐπιστολῃ τοῖς τῶν τριῶν μερίδων στρατηγοῖς
ἐπέστειλέ μοι, δοκεῖ μοι περὶ μὲν τῆς ἀμελείας τοῦ προτέρου χρόνου κοινῇ
διασκέψασθαι σὺν καὶ τοῖς τῶν ἄλλων μερίδων
στρατηγοῖς, ἐπὶ κοινῇ τοῖς τρισὶ ἐγράφη, ἵνα δὲ ἀπὸ τοῦ νῦν μηδεμία πρόφασις μηδὲ ἑτέρῳ μέρει διολκῆς καταλείπηται,
ἐντεῦθεν τῶν μηδέπω παραδεδομένων βιβλίων συνοψισθῆναι τὴν εἰς τὴν συγκόλλησιν δαπάνην ὑπὸ Δημητρίου
γεγυμνασιαρχηκότος, καὶ τοὺς μὲν κληρονόμους τῶν βιβλιοφυλάκων τὸ προσφωνηθησόμενον ὑπὸ τοῦ Δημητρίου
ἀνάλωμα εὐθέως τῷ Λεωνίδῃ ἀποδοῦναι, τὸν δὲ Λεωνίδην δίχα πάσης ὑπερθέσεως παραδοῦναι τοῖς νυνὶ βιβλιοφύλαξι τὰ βιβλία. Ἀπολώνιος· περὶ ὧν παρείληφεν ὁ Λεωνίδης δίχα τοῦ πατρὸς τῶν περὶ τὸν Ἡρακλείδην καίτοι
διαστολικὸν εἰληφὼς ὥστε μηδὲν δίχα αὐτοῦ παραλαμβάνειν, τί σοι δοικεῖ; Πασίων· διʼ ἑαυτοῦ οὐδὲν παρέλαβεν. Ἀπολόνιος·
ὅσα παρεδόθη τῷ πατρὶ τῶν ἡμετέρων, τούτοις αὐτὸς ὁ πατὴρ ὑπέγραψε, τὰ δὲ λοιπὰ διʼ αὑτοῦ οὗτος παρέλαβεν.
ὁ στρατηγός· Δημήτριος ὁ μέλλων τὴν σύνοψιν τῆς εἰς τὴν συγκόλλησιν δαπάνης ποιεῖσθαι ἐπιγνώσεται εἴ τινα
δὲ παρέλαβεν βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου καὶ τοῦ Πάτρωνος καὶ τούτων τὴν σύνοψιν οὐκ ἐλλογήσει
τοῖς κληρονόμοις τῶν αὐθεντῶν βιβλιοφυλάκων. Ἀπολλώνιος γενάμενος στρατηγὸς Θεμείστου μερίδος
ὁ κριτής· ἐκ τῶν λεχθέντων καὶ ἀναγνωσθέντων ἐπʼ ἐμοῦ δοκεῖ μοι ὅσα παρέλαβεν ὁ γραμματεύσας τοῖς βιβλιοφύλαξι
Λεωνίδης χωρὶς τῶν βιβλιοφυλάκων, ἀναμάξεσθαι τοὺς τούτου κληρονόμους κινδύνῳ τῶν κληρονόμων τῶν
πιστευσάντων αὐτῷ βιβλιοφυλάκων, ὡς καὶ τοῖς πρότερον ἀκηκοάσι τοῦπράγματος ἔδοξε· ἐὰν μέντοι
βούλωνται πρὸς ἑτέρους τινὰς λέγειν, δύνανται ἐπὶ τῆς μείζονος ἐξουσίας. τῶν περὶ Ἡρακλείδην τὸν καὶ Οὐαλέριον
καὶ Εὐάνγελον ἀξιωσάντων τὸν πόρον τῶν τοῦ Λεωνίδου κληρονόμων κατασχεθῆναι ἄχρι ἂν ἐκβιβασθῇ,
Ἀπολώνιος· πάντων τῶν διαδικαζομένων ὁ πόρος κατασχεθήσεται, ἄχρι ἂν τὸ κελευσθὲν ὑπὸ τοῦ κρατίστου
ἡγεμώνος πέρας λάβῃ. ἐποίσετε δὲ τοῦτόν μοι τὸν ὑπομνηματισμὸν τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι,
καὶ οὕτως ἡ κατοχὴ γενήσεται. Ἀπολώνιος ἀνέγνων τὸν προκείμενον ὑπομνηματισμὸν ἐν σελίσι τρὶσι ἡμίσει .
ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κθ.
ἕως τούτων οἱ ὑπομνηματισμοί. διὸ, ἀκολούθως τοῖς κριθεῖσι ἐν τοῖς
ἐνεχομένοις τὸ κελεῦσθαι πράσεσθαι ἐπὶ τῷ καὶ ἀπαρτίσαι τὰ ἐπιζητούμενα, ἀναλαμβάνετε ἀργυρίου τάλαντον α, προσδιαγραφόμενα τοε,
γίνεται τάλαντον α δραχμαὶ τοε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.