Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.22.2349 29. Aug. - 27. Sept. 70Oxyrhynchos

Receipt for Settlement of Rent through a Representative, with Attached Documents via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22219. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Γάιος Ἰούλιος Σατορνεῖλος στρατιώτης λεγεῶνος δευτέρας καὶ εἰκοστῆς κεντουρίας Βίου Σεουήρου ὡς ἐτῶν εἴκοσι ὀκτὼ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ ῥινὶ μέσῃ ὢν τῇ στρατείᾳ διὰ τοῦ συνεσταμένου ὑπʼ αὐτοῦ κατὰ τὸν τετελειωμένον καὶ ἀναπεπεμμένον ἐπὶ τοὺς τόπους ἐκ τοῦ καταλογείου ἀπὸ διαλογῆς χρηματισμὸν οὗ χρόνος ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τρίτῃ οὗ καὶ ἀντίγραφον ὑπόκειται ἀπηλευθερωμένου ὑπʼ αὐτοῦ πρὸ τῆς στρατείας τότε χρηματίζων Πτολεμαῖος Πτολεμαίου Φυλαξιθαλάσσιος ὁ καὶ Ἀλθαιεὺς Διονυσίου τοῦ καὶ Θεοπόμπου Ἡρακλείδῃ Ἀπίωνος τοῦ Ἡρώδου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ ἐπεὶ διʼ ἧς πεποίηται ὁ Ἡρακλείδης ἐκστάσεως ὦν εἷχεν τοῦ Γαίου Ἰουλίου Σατορνείλου κατὰ παραχώρησιν ἀρουρῶν εἴκοσι τεσσάρων ἡμίσους οὐσῶν ἀπὸ κοινωνικῶν ἐδαφῶν περὶ Σενοκῶμιν τῆς πρὸς λίβα τοπαρχίας ἐστάθη ὥστε τὰ τῶν αὐτῶν ἀρουρῶν εἴκοσι τεσσάρων ἡμίσους ἐκφόρια τοῦ διελθόντος ἔτους εἶναι τοῦ Γαίου Ἰουλίου Σατορνείλου ἀπὸ δὲ τούτων διέγραψεν καὶ μεμέτρηκεν ὁ Ἡρακλείδης εἰς τὸ δημόσιον τὰ ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν σιτικὰ καὶ ἀργυρικὰ δημόσια διὸ αὐτόθεν τοῦ Διονυσίου τοῦ καὶ Θεοπόμπου ἀπεσχηκότος εἰς τὸν τοῦ πάτρωνος λόγον κατὰ τὸν δηλούμενον χρηματισμὸν παρὰ τοῦ Ἡρακλείδου τὰς μετὰ τὰ προκείμενα δημόσια λοιπὰς ὀφειλομένας ἐκφορίων τῶν αὐτῶν ἀρουρῶν τοῦ αὐτοῦ ἔτους πυροῦ ἀρτάβας πεντήκοντα δύο συνχωρεῖ ὁ Γάιος Ἰούλιος Σατορνεῖλος μήτʼ αὐτὸν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι τῷ Ἡρακλείδῃ μηδὲ τοῖς παρʼ αὐτοῦ μήτε περὶ τῶν εἰς τὰ προκείμενα τεινόντων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν Γάιον Ἰούλιον Σατορνεῖλον ἢ τὸν ὑπὲρ αὐτοῦ ἐπελευσόμενον τῷ Ἡρακλείδῃ ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον κυρία ἡ συνγραφή Ἀθηνόδωρος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ὀξυρυγχείτου ἀγορανόμῳ ὄντι δὲ καὶ μνήμονι χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τῆς διαλογῆς τῶν ἐντεύξεων ἀντίγραφον ὑπόκειται προσυποτέτακται δὲ καὶ ἡ διʼ αὐτῆς δηλουμένη ἔντευξις. γεγράφαμεν οὖν σοι ἵνʼ εἰδῆς. ἔρρωσο. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τρίτῃ. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου γ χρηματισταὶ Ἀπολλώνιος Δημητρίου Φιλομητόριος Ἀλέξανδρος Ζωίλου Ἀλθαιεὺς Εὐφράνωρ Εὐφράνορος Ἀλθαιεὺς οἱ τὰς ἐντεύξεις διαλέξαντες. ἀναγνωσθείσης ἐντεύξεως Γαίου Ἰουλίου Σατορνείλου διʼ ἧς συνίστα τὸν ἀπελεύθερον αὐτοῦ Δονύσιον τὸν καὶ Θεόπομπον περὶ ὧν ἐδήλου ἐπὶ τοῖς κατὰ τὴν σύστασιν σεσημασμένοις ἐπεὶ καὶ ὁ συνιστορούμενος priv. ed. Διονύσιος ὁ καὶ Θεόπομπος παρὼν εὐδοκεῖ τούτοις λαβόντες αὐτῶν ὑπογραφὰς καὶ εἰκόνας συνεκρίναμεν ἔχειν τὴν σύστασιν ἐν χρηματισμῷ καὶ γραφῆναι τοῖς τε τοῦ Ὀξυρυγχείτου καὶ Ὀάσεως ἀγορανόμοις οὖσι δὲ καὶ μνήμοσι συνχρηματίζειν τῷ Διονυσίῳ τῷ καὶ Θεοπόμπῳ περὶ τῶν κατὰ τὴν σύστασιν καθὰ καὶ τῷ συνεστακότι Γαίῳ Ἰουλίῳ Σατορνείλῳ παρόντι ἐξῆν ὃν τρόπον καθήκει. δεῖ ἴσα μεταδοθῆναι. Δημητρίου τοῦ Φίλωνος Καισαρείου τοῦ καὶ Ζηνείου Λουκίῳ Πεδουκαίῳ Κόλωνι Γάιος Ἰούλιος Σατορνεῖλος στρατιώτης λεγεῶνος δευτέρας καὶ εἰκοστῆς κεντουρίας Βίου Σεουήρου οὐ δυνάμενος τὸν εἰς τὴν χώραν ἀνάπλουν ποιήσασθαι διὰ τὸ ἐν στρατείᾳ εἶναι συνίστημι τὸν ἠλευθερωμένον ὑπʼ ἐμοῦ πρὶν τῆς στρατείας τότε χρηματίζων Πτολεμαῖος Πτολεμαίου Φυλαξιθαλάσσιος ὁ καὶ Ἀλθαιεὺς καὶ προσυνεσταμένον ὑπʼ ἐμοῦ Διονύσιον τὸν καὶ Θεόπομπον ἐξοικονομήσοντα ἐκ τοῦ ἐμοῦ ατοντ…[…]κατος καὶ τ[…]ν μου τοῖς προσελευσομένοις τῷ ἀγορασμῷ τὰς ὑπαρχούσας μου περὶ Σενοκῶμιν τοῦ Ὀξυρυγχείτου νομοῦ ἐκ τοῦ …[…]του καὶ Πολέμωνος κλήρων ἀπὸ ἀρουρῶν τεσσαράκοντα ἐννέα κοινῶν καὶ ἀδιαιρέτων ἀρούρας εἴκοσιτέσσαρας ἥμισυ καὶ οὔσας ἐν ὑποθήκῃ παρὰ Ἡρώδῃ Ἀπίωνος τῆς εὑρισκούσης …σ…ης βεβαιώσεως ἐξακολουθούσης αὐτῷ[…]αντος καὶ αγε[…]…τ…[…]της πεσουμένης τούτων τιμῆς τῷ Ἡρώδῃ τῷ ἐπʼ αὐ…ς προσ…[…]…[…]…[…]μμονο…[…]λ…[…]…σθαι κεφαλαι[…]…στεμους μεθʼ ὧν […]δ[…]αι[…]…α τῷ Ἡρώδῃ ἔτι δὲ καὶ ἔχοντα τὴν ολα[…]ν ἐξ οὗ ἐὰν διαμισθοῦν τὰ ὑπάρχοντά μοι ἐν τῷ αὐτῷ …[…]οἰκόπεδα καθὰ[…] ἀπαιτήσοντα οὐδὲ ὀφείλοντα[…] τῷ αὐτῷ Ὀξυρυγχείτῃ νομῷ καὶ Ὀάσει[…]ατε…ησμε…[…]ποιήσων νενομισμένως …ω τότε μ[…] τοῖς εὐδωσιδικοῦσι τὰς … ἀτελεῖς […]…ατοις τε ο[…]…εφωτα ἐκ πάντων …[…] …τησει μοι σὺν καὶ τῷ περιποιηθησομένῳ […]…ετους πε[…]τῶν ἀρουρῶν καὶ …α[…] …[…]…απελ[…]θερα…ο…αρσεικλειδα θηλ[…]οικια…[…]μω[…] …[…]…ιβυβ[…] τούτων υ[…] πρότερον εντ… περὶ ἁπάντων […] τὸν Διονύσιον τὸν καὶ Θεόπομπον[…] πᾶσι καὶ ἐκπεπεῖσθαι τὴν ἑαυτοῦ ε[…]ς τοσουτ[…]τεραπ[…]μοι ε[…]…[…]ετρ[…] πρόσθεν χρόνοις περὶ συστάσεως ἑτερ[…]…ιτοσε[…]βικα[…]αντεμε […] εμο[…] ἕνεκα τοῦ μὴ δεόντως αὐτὸν συνεστάσθαι[…]ς διαλογῆς …[…]μω […]νυο[…] τὴν σύστασιν ἐν χρηματισμῷ καὶ γράψαι δέομαι τῷ τοῦ Ὀξυρυγχίτου καὶ Ὀάσεως ἀγορανόμῳ μοι σωματίζειν[…]…ε […]Διονυσίῳ τῷ καὶ Θεοπόμπῳ περὶ τῶν κατὰ τὴν σύστασιν[…]θαι καὶ ἐμοὶ τ[…]συνευδοκε[…]

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.