Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.60.4060 Memphites

Official Correspondence via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22544. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] τῶν διακομιζόντων ἐνίας παραπίπτειν εὖ ποιήσεις, ἄδελφε, ἐὰν ἔχῃς ἐπιστολὴν δεομένην τῆς ἀπʼ ἐμοῦ ἀντιφωνήσεως ἐπιστείλας τῷ μετʼ ἐμὲ κατασταθέντι στρατηγῷ Καλλικλεῖ ὅπως τῆς δεούσης ἀντιφωνήσεως τύχῃ. φάνερον δὲ ποιήσεις καὶ τῷ βασιλικῷ γραμματεῖ καὶ ἐγλογιστῇ τοῦ ὑπὸ σοὶ νομοῦ ἵνʼ εἰ καὶ αὐτοὶ ἔχουσιν τὸ αὐτὸ πράξωσι. καὶ εἰ παρὰ σοὶ εὕρηνταί τινες ἐν τῷ Μεμφείτῃ γεουχοῦντες ἐπιστελεῖς τῷ αὐτῷ μετʼ ἐμὲ στρατηγῷ ἵνα τῆς ἀπαιτήσεως προνοήσηται. οἱ ὑπογεγραμμένοι, οἱ μὲν ἀπὸ δημοσίων χρειῶν ἀναχωρήσαντες, οἱ δὲ ἐπʼ αἰτίαις ὀνομασθέντες καὶ ἀφανεῖς γενόμενοι, ἐκελεύσθησαν ὑπὸ Οὐολουσίου Μαικιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος ἀναζητεῖσθαι. ἵνʼ οὖν καὶ παρὰ σοὶ ἐπιμελῆ αὐτῶν ἀναζήτησιν ποιήσῃ καὶ οὓς ἐὰν εὕρῃς πέμψῃς οἷς προσήκει ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι. φίλτατε. διὰ Ἀπολλωνίου βοηθοῦ. ἔτους α Ἐπεὶφ ε. εἰσὶ δέ· οἱ μὲν ἀπὸ δημοσίων χρειῶν ἀναχωρήσαντες φύλακες μητροπόλεως· Πετεαρμώτης Πετεαρμώτου Ψευ……αυτ. Παντβεῦς υἱὸς Ἀρτεμεῖτος. Ἁροννῶφρις υἱὸς Τανετβευίος. Διογένης Παπνουτίωνος Διογένους. Πετεαρμώτης Πετεήσιος Πετεαρμώτου. Μηνᾶς Μηνοδώρου Πετεαρμώτου. Ὡρίων υἱὸς Τετεαθήριδος. Νεφερῶς Ἀπολλωνίου Πετεσεῖτος. Κολλουθίων Πουσιρίωνος. Ἰσάρης Ἰμούθου Πανετβεύιος. Πάμφιλος Πετιμούθου. Ἀγχιρέμφις Ὥρου. Κολλοῦθος καὶ Ἀσκλᾶς Ἁρυώτου. Ἀπο[…]του. Σαραπίων Πανετβεύιος. Τοθοῆς Τοθοήους Ἰμούθου. Πανετβεῦις Νι……. Πετεαρμώτης Πετεαρμώτου Ἰμούθου. Τοθοῆς Ἁροννώφριος Ὥρου υἱοῦ Τααρ……. Πετεαρμώτης Νεφερῶτος Πόσιτος. Πεκῦσις Πανετβεύιος. Ὧρος Τοθήους. Σαραπίων υἱὸς Ἴσιτος τῆς […]……. Ὀννῶφρις[…]…ριος. κώμης Του[…]ως ὁμοίως· Ἁρποκρᾶς […]…ο…[…]ατης Πα[…]υ [2] κώμης Τασκρύ· Ἀπολλων[…] Ὧρος Διογένους Πε[…] Παμούνιος. Πανχεῖρις Π[…]φριος. Σκρὺ ὁμοίως· Πετεμεῖνις Διδύμου. Πετεμ[…]ν[…] … Ἁροννώφρεως. Ἀθηνίων[…]υ υἱὸς Θαήσιος. Κολλοῦθος Ἑθρήους […] […]. Παντβεῦς Πετεμεν[…]θου. Κολλοῦθος Πανίσκου. Ακω […] ὁμοίως· Παπ…[…] Πετεήσιος. Πετεμεῖνις Νεφερῶτος. Ἰσᾶς Π[…]… Πετοσοροννῶφριος. οἱ δὲ ἐπʼ αἰτίαις ὀνομασθέντες· Πανετβεῦις Ἰσαρήου ἐπικαλούμενος Πατμοῦϊς. Θερμοῦθις γυνὴ Ἁρμάϊος Πα[…]Παθερμοῦθις Ἑθρήους. Ἀπολλῶς Ἀδράστου. Ἀρητίων ἐπικαλούμενος Ο…[…] οἱ πάντες ἐπιζητηθέντες ἐν ἐξέτασει συλήσεως οἰκίας. Νεφερῶς[…] κακοῦ βίου ὡς καὶ τρώσας Παντβεῦν φύλακα. δηλοῦμεν μηδένα τῶν προγεγραμμένων διατρίβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τω?ͅ καθʼ ὅλου. κόλλημα λε κολ Μεσορὴ … Ἀμμώνιος στρατηγὸς Νεσὺτ Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Δομίτιος Περεγρεῖνος ὁ γενόμενος τοῦ Ἑρμοῦ ἐπίτροπος ἔγραψεν τῷ τοῦ Μενδησίου στρατηγῷ καὶ ἐμοὶπερὶ πράσεως ὑπαρχόντων πρότερον Ἡρακλείδου τοῦ καὶ Ἥρωνος […] μητρὸς Ἰσιδώρας ἀπὸ […]αγώμεως τοῦ Μενδησίου μισθωσαμένου σὺν Ἀπολλωνίῳ Γαΐου τέλος φακοῦ ἐρείξεως, καὶ ἠθέλησεν συντιμωμένους αὐτὰ πρός τε τὴν νυνὶ οὖσαν διάθεσιν καὶ θεωρίαν καὶ τῶν προσόδων δύναμιν εἰς πρᾶσιν προκηρύσσειν καὶ ἃς ἐὰν λάβωμεν αἱρέσεις φανερὰς ποῖσαι, ἐν τοσούτῳ τὰς ἐξ αὐτῶν περιγεινομένας προσόδους προστιθεμένους τῷ κυριακῷ λόγῳ, ἀναζητῆσαι δὲ καὶ εἴ τινα ἄλλον πόρον κέκτηται παρʼ ἡμῖν [3] ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων ἐν πίστει καὶ τοῦτον ὁμοίως κατασχόντας προστίθεσθαι εἰς τὸ ταμιεῖον σὺν καὶ ταῖς προσόδοις καὶ τ[…] απα[…] αὐτῷ, ἐπιστείλαντας καὶ τοῖς τῶν ἄλλων νομῶν στρατηγοῖς τὸ αὐτὸ ποιῆσαι. ἵνʼ οὖν εἰ παρὰ σοὶ πόρος τις αὐτῷ ὑπάρχει ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων τὸ ἀκόλουθον τοῖς κελευσθεῖσι ποιήσας δηλώσῃς μοι ἔγραψά σοι. κατασταθεὶς στρατηγὸς τῷ α ἔτει μηνὶ Φαῶφι πρὸς πάσας τὰς κομισθείσας μοι ἐπιστολὰς τυγχάνω ἀντιγράψας. ἐπεὶ δὲ συμβαίνει παρʼ αἰτίαν τῶν διακομιζόντων παραπίπτειν τινας, καλῶς ποιήσεις δηλώσας μοι εἰ ἔχεις ἐπιστολὴν δεομένην τῆς ἀπʼ ἐμοῦ ἀντιφωνήσεως. ἐπιστελεῖς δὲ καὶ τῷ βασιλικῷ γραμματεῖ καὶ ἐγλογιστῇ τοῦ νομοῦ ἵνʼ ἐὰν καὶ αὐτοὶ ἔχωσι ἀναντιφώνητον ἐπιστολὴν τὸ αὐτὸ ποιήσωσιν. εἰ ἐτελιώθησαν παρὰ σοὶ οἰκονομίαι διαφεροῦσαι τῷδε τῷ νομῷ δηλώσεις μοι. ὁ μέντοι τῶν ἐγκτήσεων τοῦδε τοῦ νομοῦ βιβλιοφύλαξ οὐδεμίαν οἰκονομίαν μετέδωκεν διαφεροῦσαν ἄλλοις νομοῖς …[…]…οστ…[…]…ανθη[…] ωθήσεται. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Παῦνι … δηλοῦμεν μηδένα πόρον ὑπάρχειν τῷ προγεγραμμένῳ περὶ τοὺς ὑφʼ ἕκαστον ἡμῶν τόπους ἀλλὰ καὶ ἀγνοεῖν αὐτὸν τῷ καθʼ ὅλου. κόλλημα λϛ κολ Ἐπεὶφ ι Ἀπολλωνίδης στρατηγὸς Περὶ Θήβας Φωκίωνι στρατηγῷ Ὀξυρυγχείτου τῶι φιλτάτωι χαίρειν. ὁ λαμπρότατος ἡγεμὼν Οὐολούσιος Μαικιανὸς ἐκέλευσεν Βέλφιν Πεκύσιος αἰτιαθέντα ἐπὶ θυρανοίξει καὶ Πατορμοῦθιν Λολοῦτος γραμματεύσαντα πράκτορσι ἀργυρικῶν καὶ εμφερ…[…]…ιτηλογιω ἀμφοτέρους ἀφανεῖς γενομένους προγραφέντας καὶ μὴ ὀφθέντας ἀναζητηθῆναι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιησάμενος ἐὰν εὑρεθῶσι ἀνα- [4] πέμψῃς ἔπεμψά σοι[…] […]Σαραπίωνος […] ἔτους α Ἐπεὶφ γ. δηλοῦμεν μηδένα τῶν προγεγραμμένωνδιατρίβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τῷ καθʼ ὅλου. κόλλημα λη κολ Ἐπεὶφ η Καλπούρνιος Ἀρτεμίδωρος ὁ καὶ Πτολεμαῖος στρατηγὸς Ὀνουφείτου Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὰ ὑπʼ ἐμοῦ αὐτῷ ἀνενεχθέντα περὶ τῶν ὑπογεγραμμένων τοῦ μὲν δοθέντος ἐπὶ συνωνῆς νεύρου τῶν δὲ ἀπὸ παραφυλακῆς ἀνακεχωρηκότων ἐκέλευσεν τὴν ἀναζήτησιν αὐτῶν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, ἐπιτρέψῃς καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιεῖσθαι καὶ τούτων εὑρεθησομένων τὸ ἀκόλουθον πράξας δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σεεὔχομαι, φίλτατε. ἔτους α Παῦνι κη. εἰσὶ δέ· ὁ μὲν ἀναδοθεὶς ἐπὶ συνωνῆς νεύρου· Ὧρος Ἀθηνοδώρου Ὥρου Ἑριουπῶτος ἀπὸ Ψιμπαθᾶ. οἱ δὲ ἀπὸ παραφυλακῆς μητροπόλεως. Ἀνουβᾶς Ἀπεῖτος Ἄφεως ἀπὸ Ὀνούφεως τῆς μητροπόλεως. Πιεβῶς Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς. δηλοῦμεν ὁμοίως. κόλλημα λθ κολ Ἐπεὶφ η Ὡριγένης βασιλικὸς γραμματεὺς Ἡλιοπολείτου διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῷ φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὸ ἀνενεχθὲν αὐτῷ ὑπʼ ἐμοῦ περὶ τῶν ὑπογεγραμμένων ὧν μὲν κατηγορηθέντων ἐπὶ τῷ ἔχειν θρέμματα [5] ……γραψα και[…]εληλυθ[…]ταξιφων…[…] δων τοῖς συν…[…]…πο…[…]ω καὶ φυλακ…[…]προσφωνηθέντος […] …ς πλη…[…]ν καὶ ἀφανῶν γενομένων, τῶν δὲ ἀπὸ δημοσίων χρειῶν ἀνακεχωρηκότων, ἀντέγραψεν καὶ ἐκέλευσεν ἀκριβῆαὐτῶν ἀναζήτησιν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιήσῃ καὶ ἐὰν εὑρεθῶσι πέμψῃς οἷς προσήκει καὶ δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. ἔτους α […]… εἰσὶ δέ· οἱ μὲν[…]…πο…[…]ατω…[…] […]Νεφερῶ[…] ας Α…[…] […]ς Απ[…]υν…[…] […]ονν… […]οἱ δὲ ἀπὸ δημοσίων χρειῶν […]ακ[…]…[…]…[…] […]πε…[…]…[…]φυ[…]…[…] […]Ἱερακ[…] …ροις…[…]Ἱέραξ Κ…[…] […]ρου ετε[…]…ακ υπ[…]ωρων[…] …[…]τος ἈπολλώνιοςἈνουβίωνος Π[…] Ψενησι[…] τ[…]γνεῦτος Ἥρων Ἁρτύσιος[…]…[…] δηλοῦμεν ὁμοίως. κόλλημα δ[…]κολ Ἐπεὶφ η Χαιρήμων στρατηγὸς Διοπολίτου κάτω χώρας Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Μάνλιος Σεουῆρος ὁ κράτιστος ἐπίτροπος Ἑρμου[…]…ν μοι περὶ […]…ιδος καὶ Ἰσιδώρου Ἀπολλωνίουκαὶ Πτολεμαίου[…]μω[…] […]…[…]ωνι[…]…[…]πο…[…] […]…[…]ματα[…]ν εἰς π[…]

Connections

Found at Memphites

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.