Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.6.899

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] [… ? lines lost …] […]… αλ μ… ατ δι[…] Φλαουίῳ Στουδιώσῳ τῷ κρατίστῳ διοικητῇ παρὰ Ἀπολλωναρίου τῆς καὶ Ἀριστάνδρας Ἀριστάνδρου μητρὸς Διδύμης τῆς[…]ἀπʼ Ὀξυρύγχων πόλεως. τῆς εὐμενεστάτης[…] […]ρυνεν ἐπι[…]ι ἐκθέσθαι ἐπὶ τὸ κατʼ ἐμὲ ς[…] […]…κλ[…]ειουσι …[…]…[…]ρ[…]ς[…]τοῦ Ὀξυρυγχείτου ὡς συνα…[…] […]περὶ μὲν πόλιν ἀρούρας κ, περὶ δὲ Χύσιν ἐκ τῶν νομῶν Διονυσιάδος ἀρούρας[…]καὶ περὶ[…]ἀρούρας[…]καὶ περὶ τὸ Ἰσῖον Παγγᾶ ἀρούρας ρι καὶ περὶ Σερῦφιν ἀρούρας λη 𐅵 καὶ περὶ Σενεκελεὺ καὶ Κε[…] […]σος. εἰς ὅσον μὲν οὖν δύναμίς μοι ὑπῆρχεν ταύτας ἐγεώργουν καὶ ἀν[…] τὰ τελούμενα, ἐπεὶ δὲ συνέβη μοι ἔκ τε ἐπικλασμῶν κελευσθέντων […]ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Αἰμιλίου Σατουρνίνου καὶ ἐξ ἄλλων τινῶν ἀφορμῶν καὶ ς[…] ἀναγκαίως σχεδόν τι διενιαυτίσαι με ἐν τούτοις οὐ μόνον συνεχομένην[…]ἀλλὰ καὶ διὰ τοῦτο τήν τε ἐνδομενίαν μου καὶ τὸν οἰκεῖον κόσμον καὶ τὴν ἀ…[…] καὶ ἄλλα τῶν ἐμῶν πλεῖστα ἔμφορα πολλοῦ ἄξια ὀλίγου παντελῶς ἐν τῷ […] εἰς ἔνδειάν με οὐ τὴν τυχοῦσαν περιστῆναι. οὗ δὴ χάριν ὑπὲρ τοῦ μὴ μετανάστην με γενέσθαι[…] […] ἐξ …σων μόνων τραφεῖσα καὶ ἀνα…εισα δέομαι ἐπιδιδοῦσα τὸ ὑπόμνημα[…] […]τὰ συμβεβηκότα μοι καὶ ἀπαλλάξαι με τῆς γεωργίας τῶν προκειμένων ἀρουρῶν καὶ γράψαι τῷ τοῦ Ὀξυρυγχείτου στρατηγῷ ὅπως ὁ ἑκάστης κώμης πραγματικὸς πρόνοιαν ποιήσηται[…] […]γεωργίαν γενέσθαι· ἀνδράσι γὰρ ἔοικεν τὰ τῆς γεωργίας, ὡς καὶ σὺ ὁ κύριος ἐπίστασαι,[…] […]ματων διὰ τὴν ἔμφυτόν σου εὐεργεσίαν ὑπέταξά σοι ὡς ἕτεραι αφο[…]…[…]ἵνʼ ὦ διὰ σοῦ κατὰ πάντα εὐεργετημένη. διευτύχει. ἔτους ιη θεοῦ Αἰλίου Ἀντωνίνου Θὼθ[…] […]…ετιδος Πτολλίωνος, Σατουρνῖνος ῥήτωρ εἶπε· Πτολλίων ὁ πατὴρ τῆς συνηγορουμένης ἔτι περιὼν […]… διετάσσετο γῆν βασιλικήν τε καὶ δημοσίαν περί τε κώμην Βουσεῖριν καὶ Θιντῆριν καὶ Τα…[…] […]…χος κώμας τοῦ Ἡρακλεοπολείτου. ἐπεὶ οὖν ἐκείνου μεταλλάξαντος ἐπὶ κληρονόμῳ ταύτῃ οἱ τῶν κωμῶν τούτων κωμογραμματεῖς παρὰ τὰ ἀπηγορευμένα ἐπιβάλλουσι αὐτῇ τὴν τοῦ πατρὸς γεωργίαν[…] […], κέκριται δὲ ὑπὸ τῶν κατὰ καιρὸν ἡγεμόνων καὶ ἐπιστρατηγῶν γυναῖκας ταύτῃ τῇ χρείᾳ μὴ καθέλκεσθαι, καὶ αὐτὴ ἀξιοῖ ἀναγιγνώσκουσα τὰ κεκριμένα ἀπηλλάχθαι τῆς γεωργίας ἀνδράσι μόνοις προσηκούσης. Παρμενίων εἶπεν· ἀναγνωσθήτω τὰ ἐπὶ τῶν τοιούτων κεκριμένα. ἀναγνωσθέντος …[…] διατάγματος Τιβερίου Ἀλεξάνδρου ἀπαγορεύοντος γυναῖκα γεωργίᾳ προσάγεσθαι ἐπὶ τοῦ β ἔτους Γάλβα […] …ι καὶ Οὐαλερίου Εὐδαίμονος τοῦ ἡγεμονεύσαντος τὸ αὐτὸ κεκρικότος ἐπὶ τοῦ ε ἔτους Ἀντωνίνου […] καὶ Μινικίου Κορελλιανοῦ ἐπιστρατήγου ἐπὶ τοῦ ι ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παρμενίων εἶπεν· ἀκολούθως τοῖς ἀναγνωσθεῖσι δύναται ἡ Ταθυνν…… τῆς γεωργίας ἀπηλλάχθαι τ………[…]το[…]……[…] ἑτέρους γεωργοὺς εἰς τὴν γεωργίαν μεταδιατάξαι. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἐσημειωσάμην. […] ἔτους ζ Φαμενὼθ ϛ. ἕως τούτου τῆς ἐπιστολῆς καὶ τοῦ βιβλιδίου τὸ ἀντίγραφον. πρὸς ἣν ἀκολούθως ποιῶν ὁ τοῦ νομοῦ βασιλικὸς γραμματεὺς Ἀμμωνιανὸς διαδεχόμενος τὴν στρατηγίαν ἐπέστειλεν τοῖς πραγματικοῖς τῶν κωμῶν περὶ ἅς ἐστιν τὰ ἐδάφη ὡς ὑποτέτακται· Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺς διαδεχόμενος τὴν στρατηγίαν κωμογραμματεῖ Χύσεως καὶ ἄλλων κωμῶν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἀπολλωναρίου τῆς καὶ Ἀριστάνδρας ᾧ ἀνείλημπται ἐπιστολὴ τοῦ κρατίστου διοικητοῦ ἔτι δὲ καὶ βιβλίδιον περὶ γεωργίας ἣν ἐδήλωσεν μὴ προσήκειν αὐτῇ, τὸ ἕτερον ἐπιστέλλεται ὑμῖν ὅπως κατὰ τὰ κεκριμένα τὴν ἐξέτασιν ποιησάμενοι δηλώσητέ μοι. ἐσημειωσάμην. ἔτους ζ Παχὼν κζ. δέον οὖν τὴν μεταδιαταγὴν ἑτέροις γενέσθαι κατὰ τὰ γραφέντα ὑπὸ σοῦ καὶ τὴν ἀπαίτησιν τῶν φόρων παρὰ τῶν γεγεωργηκότων, ὅθεν δέομαι ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαι ἐπιστρεφέστερον γραφῆναι τῷ νῦν στρατηγῷ τοῦ νομοῦ ὅπως ἐπαναγκάσῃ τοὺς μὲν πραγματικοὺς κατὰ τὰ ἐπ…… ἐπισταλέντα αὐτοῖς τὴν μεταδιαταγὴν ποιήσασθαι, τοὺς δὲ πράκτορας τὴν ἀπαίτησιν ποιήσασθαι παρὰ τῶν ἀντιποιουμένων τῆς γῆς γεωργῶν, καὶ μὴ ἐνοχλεῖσθαί με γυναῖκα οὖσαν ἄνανδρον καὶ ἀβοήθητον, καθὼς πρότερον ἐπέστειλας περὶ τούτου, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἔτους η Τῦβι α[…] ἐσημειωσάμην. Αὐφίδιος Ἀμμώνιος ἐσημειωσάμην. ἕως τούτου τὸ βιβλίδιον καὶ ἡ ἀναγραφὴ καὶ ἡ ἐπιστολή· οἷς ἀκολούθως ἀξιῶ ἐπιστεῖλαί σε τοῖς ἐπὶ τῶν τόπων πραγματικοῖς ὅπως καθʼ ἃ ἠξίωσα τὴν μεταδιαταγὴν ποιήσωνται πρὸς τὸ καὶ τοὺς πράκτορας τὴν ἀπαίτησιν τῶν ὀφειλομένων ποιήσασθαι παρʼ ὧν προσήκει. ἔτους θ Θὼθ α. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα Ἀριστάνδρου ἐπιδέδωκα. Κορνήλιος Πεκύσιος ἐπιγέγραμμαι αὐτῆς κύριος. […]ς ὑπηρέτης ἐπήνεγκα. ἔτους θ Θὼθ α. [v,1] […]ας ἀποφάσεως […] [… 1 line lost …] παροικ καὶ γεωργ [… 1 line lost …] […] Ἀντωνίνῳ […] […]ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, […]πρὸ ϛ εἰδῶν Ἀπριλλίων Φαρμοῦθι ιγ […]ς εἶπεν· καταφυγὴν ἐπὶ σὲ τὸν κύριον[…]λέγων ἐδανεισάμην, […]κεφάλαιον καὶ τοὺς τόκους [… 12 lines lost …] Διοφάνει… [… 2 lines lost …] ὑπὸ σοῦ ἐπιστάλματος οὗ ἐστιν ἀντίγραφον· Διοφάνης στρατηγὸς Ὀξυρυγχίτου κωμογραμματεῦσι τῶν ὑπογεγραμμένων κωμῶν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἡρακλείας Θέωνος ᾧ ἀνείλημπται ἀντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ Φλαυίου Στουδιώσου τοῦ κρατίστου διοικητοῦ περὶ γεωργίας δημοσίας γῆς ὡς οὐ προσηκούσης αὐτῇ ἀντίγραφον ἐπιστέλλεται ὑμῖν ὅπως ἐξετάσαντες κατὰ τὸ ἀκριβέστερον τω…[…] ἀκόλουθόν ἐστιν τ… σεσημείωμαι, ἔτους η Μεσορὴ ἐπαγομένων ε. [… 7 lines lost …] Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος Εὐσεβής [… 2 lines lost …] γυναιξὶν δικαίας παραιτήσεως. ἔτους Φαρμοῦθι ιη [… 3 lines lost …] [v,2] [… 5 lines lost …] δηλοῦμεν ἀναγράφεσθαι[…] [… 39 lines lost …] νομαὶ Διονυσιάδος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.