Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fam.tebt.29

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ρος ὁ καὶ Πωλλίων ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ χαίρειν. τῆς τελειωθείσης ἐνεχυρασίας ἀντίγραφον ὑπόκειται. γέγραφα οὖν σοι ἵνʼ εἰδῇς. ἔρρωσο. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι ϛ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενώθ. χρηματισταὶ Τίτοι Φλάουιοι Ἀπολλόδωρος καὶ Πο πλιενὸς οἱ τὰς ἐντεύξεις διαλέξαντες. ἀναγνωσθείσης ἐντεύξεως Ἡρακλείας τῆς Ἑρμοῦτος, τῆς δὲ διʼ αὐτῆς σημαινομένης συνγραφῆς ὑπογεγραμμένης ἐκ τῆς τοῦ Ναναίου βιβλιοθήκης ἐπενηνεγμένης, καὶ τοῦ λεγομένου διαπεστάλθαι ἀνδρὸς αὐτῆς Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου τοῦ Ἡρακλεί δου ὑπογεγραφηκότος· διαπέσταλμαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν, συνεκρίναμενσυνεκρείναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινο ίτου στρατηγῷ καὶ τῷ τοῦ αὐτοῦ νομοῦ ξενικῶν πράκτορι ἵνʼ, ἐὰν παροῦσα ἐπʼ αὐτοὺς ἡ Ἡράκλεια εὐδοκῇ τούτοις μετὰ κυρίου εὐδοκῇ τούτοις καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι μηδʼ ἔχειν τι εἰςἰς τὰ πρασσόμενα ἀπερίλυτον δʼ εἶναι τὴν ὀφειλήν, τὸ τηνικαῦτα μεταδοθέντος τῶν γραμμάτων τούτων ἀντιγράφου τοῖς τῆς διὰ τῆς ἐντεύ ξεως ἐνεχυραζομένης ὑποχρέου λεγομένηςλεγομεης τετελευτηκέναιτετελευτηκόναι κληρονόμοις τελείοις ἐνωπίῳ, ἵνʼ εἰδῶσι, καὶ ἐὰνκὰν μὴ ωσι ἐν ἡμέραις δέκα , μετὰ ταύτας συντελῶσι τὰ τῆς πρά ξεως ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Φλαουίωι Τιτιανῶι Ἡράκλεια ἙρμοῦτοςἙρμους τοῦ Διδύμου Ἀντινοῒς κάτοικος τῶν ἐν τῷ Ἀρσινοείτῃ Ἑλληνίδων. ὀφειλομένων τῷ τοῦ πατρός μου Ἑρμοῦτος ἀδελφῷ Λυσιμάχῳ κατὰ συνγραφὴν γεγονυῖαν διὰ τοῦ ἐν κώμῃ Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινο είτου νομοῦ γραφείουγραφίου ὑπὸ Ἰσιδώρας τῆς Λυσιμάχου τῷ τετάρ τῳ ἔτει θεοῦ Τραιανοῦ πυροῦ ἀρταβῶν εἴκοσι ἓξ μέ τρῳ τετραχοινίκῳ, ὧν τὴν ἀπόδοσιν ὡμολόγησεν ποιή σεσθαι ἕωςἥως Παῦνι τοῦ αὐτοῦ ἔτους ἐφʼ οἷς ἡ συνγραφὴ περιέχει τῆς δὲ ἀποδόσεως μὴ γεγονυίας, τετελευτηκότων δὲ τοῦ μὲν δανείσαντοςδανίσαντος Λυσιμάχου καὶ τῆς ὑποχρέου, καὶ τῶν μὲν τοῦ Λυσιμάχου καταχωρούντων εἰς ἐμέμέ, τῶν δὲ τῆς Ἰσι δώρας εἰς κληρονόμους ἄλλους, βούλομαι τὴν πρᾶξιν συστή σασθαι καὶ δέομαι ἐπὶ τῆς διαλογῆς συνκρῖναισυνκρεῖναι γραφῆναι τῶι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ καὶ τῶι τοῦ νομοῦ ξενικῶν πράκτορι συντελεῖν μοι τὴν πρᾶξιν τῶν τοῦ πυροῦ ἀρταβῶν εἴκοσι ἓξ ἔκ τε τοῦτης ὑπηλλαγμένουὑπηλλαγμενης πρὸς τὸ δάνειον διὰ τοῦ τῶν ἐνκτήσεων βιβλιοφυ λακείου ἐν τῇ Τεπτύνει μέρους διμοίρου οἰκίας διστέγου καὶ αἰθρίου καὶ αὐλῆς καὶ ἄλλων χρηστηρίων καὶ ἐξ ὧν ἐὰν ἄλλων ἑλεῖν κελεύω τῆς ὑποχρέου εἰς ἐνεχυρασίαν ἐπὶ τῶν τόπων ὑπαρχόντων καὶ ἑτέρων, ἀπαραποδίστως τοῖς προγεγραμμένοις ἀκολούθως, μὴ ἐλαττουμένης μου περὶ τῆς τοῦ πυροῦ ἡμιο λίας καὶ περὶ ὧν ἄλλων ὀφείλει μοι καθʼ ἃς ἔχω ἀσφαλείας κεφαλαίων καὶ τόκων. διαπέσταλμαιδιαπμαι δὲ τὸν ἄνδρα μου Ἡρα κλείδην τὸν καὶ Οὐαλέριον Ἡρακλείδου Ἀντινοέα ἄποικον τῶν ἐν Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων. σεσημείωμαι. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Φαρμοῦθι α σεσημείωμαι Φαρμοῦθι α.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.