no image
DDbDP-text
Lease of Crops via HGV-meta
Linked by Trismegistos ID
TM 10757.
Each record below describes this same artifact or text from a different angle.
Ἑρμῆι Διδύμου.
παρὰ Πολέμωνος τοῦ Εὑρήμωνος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρά σου τὸν ἐσπαρμένον ὑπό σου ἐν τῶι ἐνεστῶτι δευτέρωι
ἔτει Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
ἐν ἀρούραις δυσὶ κύαμον καὶ τὰς παρεσπαρμένας ἐν τῶι κυάμωι
γογγυλίδας ἀπὸ τῶν ὑπαρχουσῶν σοι περὶ Κερκεσῆφιν κλήρου ἀρουρῶν τριῶν
οὐσῶν ἀπὸ ἀρουρῶν ἕξ , ἐκφορίου τοῦ παντὸς τῶν δύο ἀρουρῶν κυάμου
ἀρταβῶν εἴκοσι πέντε μέτρωι τετραχοινίκωι ἰδίωι σου τοῦ Ἑρμοῦς
καὶ φόρου ἀργυρίου δραχμῶν τεσσαράκοντα , καὶ γογγυλίδων ἀρταβῶν δύο
μέτρωι τῶι προκιμένωι, τὴν δʼ ἀπόδοσιν ποιήσομαί σοι
τῶν μὲν δραχμῶν τεσσαράκοντα καὶ γογγυλίδων ἀρταβῶν δύο
τῇ πεντεκαιδεκάτῃ τοῦ εἰσιόντος μηνὸς Τῦβι τοῦ ἐνεστῶτος δευτέρου
ἔτους, τῶν δὲ κυάμων μηνὸς Παῦνι …[…]ηι, πρὸς ἐμὲ τὸν Πολέμωνα
ὄντων τῶν τοῦ ἐπισπουδασμοῦ φορέτρων τῶν δύο ἀρουρῶν,
τῆς δὲ τῶν ἐκφορίων εἰς κώμην παραγωγῆς οὔσης πρὸς σὲ τὸν
Ἑρμῆν, βεβαιώσεις δὲ καὶ τὴν μίσθωσιν ἀμεταμίσθωτα καὶ ἀναυτούργητα, μενούσης δὲ καὶ ἧς ἔχω παρὰ τοῦ Ἑρμοῦς προδοματικῆς
μισθώσεως πυροῦ ἀρουρῶν τριῶν ἀπὸ τῶν προκιμένων ἀρουρῶν ἕξ .
ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Ἁθὺρ λ
Πολέμων Εὑρήμωνος Πέρσης τῆς ἐπιγονῆς τὸ ἐκφόριον ἐποίσει ταῖς προκιμέναις ἡμέραις.
ἔγραψεν ὑπὲρ αὐτοῦ[…]ς Πάτρωνος ε…[…]…γ…μ…
[…]επου …ε[…]οστ[…]υσερω…[…]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.