no image
DDbDP-text
Receipt of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10764.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ[…]ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου.
ὁμολογεῖ Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος τοῦ Κάστορος ὡς ἐτῶν
[…]τῶι τῆς τετελευτηκυίας αὐτοῦ μητρὸς Ἀπολλωναρίου τῆς Λυσιμάχου ὁμομητρίωι ἀδελφῶι Ἡρακλείδῃ
Μάρωνος ὡς ἐτῶν ἑξήκοντα δύο , οὐλὴ ὀφρύι ἀριστερᾷ ἀπέχειν αὐτὸν
παρʼ αὐτοῦ Ἡρακλείδου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας
μίαν ὀβολοὺς δύο , αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτῷ Διοσκόρωι τρίτον
μέρος τῶν γενομένων παρὰ τῶι Ἡρακλείδῃ ἀργυρίου δραχμῶν
χιλίων διακοσίων τεσσάρων οὐσῶν ἀπὸ τῶν συνκεχωρημένων
ὑπὸ τῆς τοῦ Ἡρακλείδου μητρὸς Θαυβαρίου τῆς Μύσθου, ἣ τετελεύτηκεν, τῇ τοῦ Διοσκόρου μητρὶ Ἀπολλωναρίωι καθʼ ὁμολογίαν συνγραφοδιαθήκης τετελεσμένης διὰ τοῦ τῆς μητροπόλεως γραφείου ἔτει
ἕκτῳ Δομιτιανοῦ μηνὸς Καισαρείου ἐπαγομένων ἕκτῃ[…]ηπ…[…]…παρʼ
αὐτῆς[…]ἀργυρίου δραχμῶν δισχιλίων , ἀκολούθως καὶ τῶι γεγονότι
ὑπό τε τοῦ Ἡρακλείδου καὶ τῶν τούτου ὁμομητρίων ἀδελφῶν Ἀπολλωνίου
καὶ Λυσιμάχου τοῦ καὶ Γαΐου χειρογράφωι περὶ τῶν αὐτῶν δραχμῶν δισχιλίων ,
ὃ καὶ μένειν κύριον, πλὴν ἢ τῶν ἀποδιδομένων ὡς πρόκιται ὑπὸ τοῦ
Ἡρακλείδου δραχμῶν τετρακοσίων μιᾶς ὀβολῶν δύο , καὶ μὴ ἐπελεύσεσθαι
τὸν Διόσκορον ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται,
μηδὲ περὶ τόκων τούτων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ τούτου πατὴρ Κρονίων
τόκων ἔτι ἐναφήλικος ὄντος τοῦ Διοσκόρου ἀπὸ τῶν ἔνπροσθεν χρόνων
μέχρι τῆς ἐνεστώτης ἡμέρας. Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος ὁμολογῶ
ἀπέχειν παρὰ τοῦ Ἡρακλείδου τὰς προκιμένας δραχμὰς τετρακοσίας μίαν
ὀβολοὺς δύο καὶ μὴ ἐπελεύσεσθαι μηδὲ περὶ τούτων μηδὲ περὶ τόκων μηδὲ
περὶ ὧν ἀπέσχηκεν ὁ πατήρ μου … Κρονίων τόκων πάντων καθὼς πρόκιται.
Ἡρακλείδης Μάρωνος, γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκειται.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
τοῦ κυρίου[…]ῃ ἀνεγράφη διὰ τοῦ ἐν Τεβτύνει γραφείου.
[v]
ὁμολογία Διοσκόρου πρὸς Ἡρακλείδην. ἀποχή.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.