Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fay.11

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φιλομήτορσι Σωτῆρσι χαίρειν Δημήτριος κάτοικος τῶν πεζῶν τῶν κατοικούντων ἐν Εὐ ημερίᾳ τῆς Θεμίστου μερίδος. ἐν τῷ Χοίαχ μηνὶ τοῦ νε ἔτους ἐδάνεισα Θεοτείμῳ Φιλέου Πέρσῃ τῆς ἐπιγονῆς τῶν κατοικούντων ἐν Θεαδελφείᾳ τῆς αὐτῆς μερίδος τοῦ Ἀρσινοίτου πυρῶν ἀρτάβας ζ 𐅵, καὶ ἐν τῶι Μεχεὶρ μηνὶ τοῦ αὐ τοῦ ἔτους ἄλλας ἀρτάβας με, ὁμοίως δὲ καὶ ἐν τῷ Φαῶφι μηνὶ τοῦ να ἔτους ἄλλας ἀρτάβας κε, τὰς δὲ πάσας πυρῶν ἀρτάβας οζ 𐅵, κατὰ συγγραφὰς τρεῖςτρῖς, διὰ μὲν μιᾶς ζ 𐅵 , διʼ ἑτέρας με, διʼ ὧν ἐδη λώθηἐδηλωθηι ἄλλα τε καὶ ποιήσασθαίποήσασθαί μοι αὐτὸν τὴν ἀπόδοσιν τῶν προκειμένων ἀρταβῶν οζ 𐅵 ἐν τοῖς διὰ τῶν συμβολαίων ὁρισθεῖσιν χρόνοις ἢ ἐκτεῖσαί μοι ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Γ. τούτων δʼ ὄντων καὶ τῶν τῆς ἀποδόσεως χρόνων διεληλυ θότων καὶ ἄλλων ἐπιγεγονότων πλειόνωνπλεόνων ὁ ἐνκαλούμενος πλεονάκις ἀπῃτημένος οὐχ ὑπομένει ἑκουσίως ἀποδιδόναι, κατα νωτιζόμενος τὸ καλῶςωσ ἔχον καὶ τὰς συναλ λάξεις. διὸ τὴνν ἐφʼ ὑμᾶς καταφυγὴν πεποι ημένοςπεποημένος δέομαι ἀποστεῖλαί μου τὴν ἔντευ ξιν ἐπὶ τοὺς ἐπὶ τῶν τόπων χρηματισ τάς, ὧν εἰσαγωγεὺς Δωσίθεος, ὅπως δια λέξαντες αὐτὴν εἰς κατάστασιν καὶ ἀνα καλεσάμενοι τὸν Θέωνα διὰ Δημη τρίου λογευτοῦ κρίνωσιν πραχθῆναί μοι αὐτὸν τὴν ὡρισμένην τιμὴντειμὴν τῆς ἀρτάβης υγ Γ δραχμάς, τὰ συναγόμενα χαλ κοῦ τάλαντα λη δραχμὰς Δφ, ἀκολούθως ταῖς συγγραφαῖς. τούτων δὲ γενομένων ἔσομαι βεβοηθημένος. εὐτυχεῖτε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.