no image
DDbDP-text
Letter from Theogiton to Apollonius via HGV-meta
Letter from Theogiton to Apollonios about his mother's allowance. A letter from Theogiton to Apollonios rebuking him for failing to pay his mother her allowance. Theogiton warns that further steps will follow and that the mother will not stay silent if he persists. It dates to the 2nd century AD and comes from Euhemeria in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 28617.
Each record below describes this same artifact or text from a different angle.
Θεογίτων Ἀπολλωνίω
χαίρειν.
πάλιν […] γράφειν σοι …
[…]μαι φ[…]τῶν ἔργων σου
…ισ…ς[…] μὴ εἰθισμένου μου
τοῖς γράμμασι, καὶ νῦν οὖν
πάλιν ἐπειράθην γράφειν σοι
πρὶν ἤ τι περαιότερον ἐγχειρήσω ποιεῖν, ἐάνπερ μὴ εὐγνωμονῇς τὰ πρὸς τὴν μητέρα. πάνυ γάρ μοι δοκεῖς
ἄφρων τις εἶναι τοῦ ὄντος μηνὸς μὴ φυλάσσειν σου τὴν δεξιάν, εἴπερ εἰ καὶ γράμματα
μὴ ἦν ἀλλὰ τοῖς θεοῖς ἐστιν
χάρις ὅτι οὐδεμία ἐστὶν πρόλημψις ἡμῖν γεγενημένη
ἵνα δόξῃς ἄνευ νομίμων
ἡμᾶς ἀπωθεῖσθαι. καὶ νῦν
οὖν εἰ μὴ πίθῃ καὶ τὴν χορηγίαν τῇ μητρὶ εὐγνωμόνως
ἀποδίδοις τὸ ἀκόλουθον τούτων ἔσται καὶ μετάμελόν
σοι πάλιν εἰσοίσει ἡ πλεονεξία σου. μὴ γὰρ ὑπολάβῃς
τὴν μητέρα σου περὶ τούτων
ἠρεμεῖν. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.