no image
DDbDP-text
Letter of Dionysius via HGV-meta
Letter from Dionysios to his mother Tetheus about redeeming pawned clothes. A private letter from Dionysios to his mother Tetheus at Oxyrhynchus in the 2nd century AD. He reports paying taxes, sends 112 drachmas with Chairemon so she can redeem his pawned clothes from Sarapion (100 drachmas plus 8 interest) and keep 4 for festival expenses, and sends greetings to many family members. machine translation
Linked by Trismegistos ID
TM 28370.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Διονύσιος Τεθεῦτι τῆι μητρὶ χαίρειν.
περὶ ὧν μοι γράφεις ἐπιστολῶν πασῶν
ἐκομισάμην περὶ δὲ τῶν πυρῶν ὧν σε ἀπῄτηκαν οἱ πράκτορες ὁμόλογοί
εἰσι ἐμὲ δὲ ἐλελήθει διαστέλλειν τι, τὸ δὲ
ναύβιον καὶ τὰ ἄλλα πάντα πλήρη διέγραψα. τὸ δὲ πραγμάτιον περὶ οὗ ἔγραψα Θέωνι
μὴ μελέτω σοι εἰ μὴ τετέλεσται ἐπὶ μάτην
δὲ τῶι τοῦ Παυσιρίωνος τοσοῦτον χρόνον προσκαρτερῶ[…]υδε απα…μ[…]ι εν[…]εθη. κόμισαι
παρὰ Χαιρήμονος τοῦ κομίζοντός σοι τὸ ἐπιστόλιον ἀργυρίου δραχμὰς ἑκατὸν δέκα
δύο , ἐξ ὧν δώσεις Σαραπίωνι τῶι φίλωι
τῶι τοῦ Ἀπεὶ λυτρώσασά μου τὰ ἱμάτια
δραχμὰς ἑκατὸν καὶ εἰς λόγον τόκου
δραχμὰς ὀκτὼ καὶ σοὶ εἰς δαπάνην τῆς
ἑορτῆς δραχμὰς τέσσαρας . εἰ πλεῖον δέ μοι
παρέκειτο πάλιν σοι ἀπεστάλκειν, καὶ
τοῦτο πέμπων κέχρημαι. ἀποδοῦσα οὖν
αὐτῶι ἀπολήμψῃ τὰ ἱμάτια ὑγιῆ καὶ
ἐν ἀσφαλεῖ ποιήσῃς. μὴ ἀγωνία δὲ περὶ
ἡμῶν, οὐθὲν γὰρ φαῦλον περὶ ἡμᾶς ἐστιν
καὶ συμφωνοῦμεν ἀλλήλοις. ἀσπάζεταί σε
Θεωνᾶς. ἀσπάζου τὰ παιδία Ἀπίωνα καὶ
ἀδελφὸν Ἑρματόιν, Διονυτᾶν, τοὺς περὶ Νίκην καὶ Θαισοῦν τὴν μικρὰν, τοὺς περὶ […]
τα πάντας, Ἡρᾶν καὶ τοὺς αὐτοῦ, Λεοντᾶν τὸν
ὑπερήφανον καὶ τοὺς αὐτοῦ, τοὺς περὶ Τααμόιν,
Θερμουθάριον. ἔρρωσο. μηνὸς Καισαρείου κ.
[r,ms]
περὶ τούτων οὖν μοι εὐθέως μετὰ τὴν ἑορτὴν πέμψεις φάσιν εἰ τὸν χαλκὸν
ἐκομίσω καὶ εἰ ἀπέλαβες τὰ ἱμάτια. ἄσπασαι Διονυτᾶν καὶ Θέωνα.
[v]
Τεθεῦτι μητρί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.