no image
DDbDP-text
Proclamation of Mamertinus via HGV-meta
Linked by Trismegistos ID
TM 10801.
Each record below describes this same artifact or text from a different angle.
Μάρκος Πετρώνιος Μαμερτῖνος
ἔπαρχος Αἰγύπτου λέγει·
πρότερον μὲν ἀποχὰς ἀλλήλοις
παρέχειν ἐκέλευσα περὶ τῶν ἐνγράφων διὰ τὰς ἀμφισβητήσεις
τὰς ἐπʼ ἐμοῦ περὶ τούτων γενομένας, νυνὶ δὲ συνλήβδην περὶ πάντων ὁπωσοῦν διδομένων
ἢ λογιζομένων εἰς τὸ δημόσιον εἴτʼ ἐν γένεσιν εἴτʼ ἐν ἀργυρίῳ εἴτʼ ἐν σωματικαῖς ἐργασίαις ἢ ἄλλῳ ὁτῳδήτινι
τρόπῳ κελεύω παρέχειν ἀλλήλοις
ἀποχὰς τούς τε διδόντας καὶ τοὺς λαμβάνοντας, ἐπεξελευσόμενος ἐάν
τις ἄλλα παρὰ ταῦτα ποιήσῃ. ἐπεὶ
δὲ καὶ τοῦτό τινες ἐμέμψαντο
ὡς αὐτοὶ μὲν τὰ βιβλία προσφέροντες οἷς ὀφείλουσιν, ἐκείνους δὲ μὴ
βουλομένους παρʼ αὐτῶν λαμβάνειν ἵνα τὴν παρολκὴν ἐξωνήσωνται τῷ τοῦ προστίμου φόβῳ,
δυνήσονται μαρτυρίαν … ποιήσασθαι
περὶ τῶν μὴ προσιεμένων οἱ μὴ διδόντες ὅπως τῆς ἀπειθίας ἐκεῖνοι τὴν
προσήκουσαν δίκην ὑπόσχωσι.
ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.