no image
DDbDP-text
Locazione d’opera (mietitori) via HGV-meta
Contract of harvesters with Eudaimon for reaping 54 arouras. A labour contract from the Hermopolite nome in which a group of harvesters agree with Eudaimon to reap 54 arouras, 6 arouras each, for a wage of 5/6 artaba of wheat per aroura, plus drinking water and a jar of beer on the last day. Reaping was to begin on Pharmouthi 30 of a tenth regnal year. machine translation
Linked by Trismegistos ID
TM 23591.
Each record below describes this same artifact or text from a different angle.
[…]…[…]…ει…[…]
Καίσαρος τοῦ κυρίου ἀρούρας πεντηκοντατέσσαρας·
γίνονται ἄρουραι νδ, ἑκάστῳ ἄρουραι ϛ· καὶ δώσεις ἡμῖν ὑπὲρ μισθοῦ
θερισμοῦ ἑκάστης ἀρούρης πυροῦ ἥμισυ τρίτον· γίνεται ἑκάστης ἀρούρης πυροῦ 𐅵 γ·
καὶ μετρήσεις ἡμῖν μετὰ τὸν θερισμὸν τῶν προκειμένων ἀρουρῶν τοὺς προκείμενους μισθούς, ἐφʼ ᾧ ἀναλέξῃς
σὺ ὁ Εὐδαίμων τὰ δράγματα· καὶ χορηγήσεις ἡμῖν ὕδωρ
εἰς πιεῖν ἄχρι οὗ ἐκβῶμεν τοῦ θερισμοῦ τῶν αὐτῶν ἀρουρῶν· ἐφʼ ᾧ, ἐὰν ἀργήσῃ ποτὲ εἷς ἐξ ἡμῶν, ἐπάναγκον στήσωμεν ἀντʼ αὐτοῦ
ἐν τῇ αὐτῇ ἡμέρᾳ. τὸν δὲ προκείμενον πυρὸν μετρήσεις ἡμῖν μέτρωι
Ἀθηναίῳ ἑκτημόρωι, καὶ δώσεις ἡμῖν τῇ ἐσχάτῃ ἡμέρᾳ ζύτου κεράμιον ἕν . ἀρξώμεθα δὲ τοῦ θερισμοῦ ἐπάναγκον
τῇ τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος δεκάτου ἔτους. ὑπὲρ δὲ τῆς εὑρεθησομένης ἐν σπόρωι μετρήσεις ἡμῖν, καθὼς πρόκειται, ἑκάστης ἀρούρης πυροῦ 𐅵 γ. ἔτους δεκάτου
Αὐτοκράτορος Καίσαρος[…]μηνὸς Νερωνείου
σεβαστοῦ κε … Θέων[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.