no image
DDbDP-text
Subaffitto di terreno pubblico via HGV-meta
Linked by Trismegistos ID
TM 10947.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ μηνὸς Καισαρείου ἑκκαιδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
ὁμολογεῖ Δημᾶς Ὡρίωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν εἴκοσι
πέντε οὐλὴ ὑπʼ ἀντικνήμιον
δεξιὸν Ὥρῳ Πανεσνέως ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴ μετώπῳ
ἐκ δεξιῶν ἐπικεχωρηκέναι
αὐτῷ εἰς τὸ εἰσιὸν δωδέκατον
ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
ἐν οἷς γεωργεῖ περὶ Πολυδεύκειαν
ἐν τοῖς Ἀποβάλλουσι λεγομένοις
δημοσίοις ἐδάφεσι ἄρουραν μίαν
ἐκ σχοινουργίας ἀπὸ ἀρουρῶν
πέντε ἐξ οὗ ἐὰν ὁ Ὧρος αἱρῆται
ἀνέμου εἰς ἀρακοσπέρμου
σπορὰν σὺν τῷ φυησομένωι
σινάπι τοῦ Ὥρου χορηγοῦντος
σπέρματα καὶ σπορέα καὶ τὸν βοτανισμόν, τῶν δὲ γεωργικῶν
ἔργων πάντων καὶ ποτισμῶν
ὄντων πρὸς τὸν ὁμολογοῦντα
καὶ ἀπέχειν τὸν αὐτὸν ὁμολογοῦντα παρὰ τοῦ Ὥρου τὰ ὑπὲρ τῆς ἀρούρης ἐκφόρια ἐκ προδόματος καὶ βεβαιώσειν πάσῃ
βεβαιώσει. ἐὰν δὲ συμβῇ τὸ
πέδιον τῆς κώμης διαιρεθῆναι
λήμψεται ὁ Ὧρος ἐξ ὧν ἐὰν κληρώσηται ὁ Δημᾶς ἀρουρῶν τὴν ἄρουραν μίαν ἤτοι περὶ Θεαδέλφειαν
ἢ καὶ περὶ τὴν Πολυδεύκειαν τῆς ἐγλογῆς οὔσης …………
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.