Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.flor.1.28
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους εἰκοστοῦ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων Τῦβι δ. διαγραφὴδιαγράφει διὰ τῆς Ἀχιλλέως Ἑρμαίου τραπέζης ΕὐδαίμωνΕὐδαίμονι Ἀγαθου Δαίμονος τοῦ Ἀχιλλέως Πόλεως ἀπηλιώτου Ἑρμίνῳ Ἀπολλωνίου Ἑρμοπολείτῃ ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς κεφαλαίου ἀργυρίου δραχμὰς ἑξακοσίας ὀγδοήκοντα τρεῖςτρῖς, γίνονται ἀργυρίου δραχμαὶ χπγ· τόκου α δραχμῆς ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἃς ἀποδώσει αὐτῷ μηνὸς κα ἔτους ἀνυπερθέτως· ὧν πρὸς ἀσφάλειαν καὶ εκ ὑπαλλάσσει αὐτῷ κα τὰ τήνδε τὴν διαγραφὴν περὶ κανει τοῦ Κουσσείτου τοῦ Ἑρμοπολείτου νομοῦ ἐκ τῶν ὑπαρχουσῶν αὐτῷ ἀρουρῶν ἕνδεκα ἔκτου ἀρούρας πέντε ἕκτον ἃς καὶ παραδώσει κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους· τὰς δὲ ὑπηλλαγμένας ὡς πρόκειται ἀρούρας ἐντεῦθεν φύλαξει ἀνεξαλλοτριώτους καὶ ἀκαταχρηματίστους ἄχρι οὗ ἀποδῶ ἢ πραχθῇ, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε αὐτοῦ καὶ ἐξ αὐτοῦ τῶν ὑπηλλαγμένων ἀρουρῶν καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῷ πάντων· Ἀχιλλεὺς τραπεζίτης ἐπιτηρητὴς τραπέζης σεσημείωμαι. Ἑρμῖνος Ἀπολλωνίου Ἑρμοπολείτης ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς ἐπηκολού θηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔσχον παρὰ Εὐδαίμονος Ἀγαθοῦ Δαίμονος Ἀχιλλέως ἙρμοπολείτουἙρμοπόλει ἐπὶ Πόλεως ἀπηλιώτουραρ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας ιβ συναγομένων τοῦ τόκου δραχμῶν ὀγδοήκοντα μιᾶς τετρωβόλου· γίνονται ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμαὶ ψξδ τετρώβολον· ἃς ἀποδώσω ἐν μηνὶ τοῦ κα ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων ἀνυ περθέτως· ὧν πρὸς ἀσφάλειαν καὶ εκ ὑπαλλάσσω τῷ δανειστῇ κατὰ τήνδε τὴν διαγραφὴν περὶ κανει τοῦ Κουσσείτου κατὼ τοῦ Ἑρμοπολείτου νομοῦ ἐκ τῶν ὑπαρχουσῶν μοι ἀρουρῶν ἑνδέκα ἓκτου ἀρούρας πέντε ἕκτον , ἃς παραδώσω κα τʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους· γείτονες τῶν ὅλων ἀρουρῶν ν ἀνέμων ἰδιωτικὰ ἐδάφη· τὰς δὲ ὑπηλλαγμένας ὡς πρόκειται ἀρούρας ἐντεῦθεν φυλάξω ἀνεξαλλοτριώτους καὶ ἀκαταχρηματίστους ἄχρι οὗ ἀποδῶ ἢ πραχθῇπραχθω γεινομένης τῷ δανειστῇ τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐξ αὐτῶν τῶν ὑπηλλαγμένων ἀρουρῶν καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων μοι πάντων· τὸ δὲ προκείμενον ὑπάλλαγμα βεβαιώσω πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς. ἔτους κ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων Τῦβι δ. Ἑρμῖνος Ἀπολλωνίου ἔσχον καὶ ἀποδώσω τὰς τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς ψξδ τετρώβολον ὡς πρόκειται καὶ ὑπήλλαξα τὰς προκιμένας ἀρούρας πέντε ἕκτον καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις.Cross-references (3)
- TM-Text 23547 primary
- DDbDP-Text p.flor;1;28 tier-1
- HGV-Text 23547 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.