no image
DDbDP-text
Petizione al dioiketes via HGV-meta
Linked by Trismegistos ID
TM 23540.
Each record below describes this same artifact or text from a different angle.
Καλουεντίῳ Ἀδιούτορι τῷ κρατίστῳ διοικητῇ παρὰ Διδύμου Μαικηνᾶ κοσμητεύσαντος καὶ γυμνασιαρχήσαντος βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς με γάλης ἀρχαίας καὶ λαμπρᾶς. Φιλάμμων ὁ τοῦ νομοῦ στρατηγὸς ἐπέστειλέν μοι ἐξ ἐν κελεύσεώς σου καταντῆσαι εἰς Ἀλεξάνδρειαν ἐντὸς τῆςἐπιούσηςτριακάδος τοῦ Ἐπεὶφ ἐξ ἐντυ χίας Πετρωνίου Λείου βουλομένου μου κατηγορεῖν οὔτε ὄντοςοντως δημοσίου κατηγόρου, ἀλλʼ οὐδὲ ἀσφαλισαμένου τὸ ταμεῖοντακτὸν εἰς τὸ πρόστιμονπρόστειμον τῆς συκοφαν τίας· ἐβουλόμην μὲν οὖν εἰ οἷόν τε ἦν εὐθέως ἐξορμῆσαι καὶ μετασχεῖν τῆς σῆς δι καιοδοσίας, ἀλλʼ ἐπειδὴ ἡ τῶν δημοσίων μετρημάτων ἀνάγκη τοῦ πυροῦ με κατέ χει ἐν τῷ νομῷ· τὰ μὲν γὰρ αὐτὸς μετρῶ οὐκ ὀλίγα ὄντα, τὰ δὲ γεωργοὺς ὀφείλοντάς μοι ὑπὲρ ἐμοῦ ἀναγκάζω μετρεῖν· ὑπομιμνῄσκω δέ σε εἰδότα ὅτι καὶ ὁ λαμπρό τατος ἡγεμὼν Σουβατιανὸς Ἀκύλας διὰ τὸ ἀπαραίτητον τῆς συνκομιδῆς καὶ τοὺς ἐν ἀλλοτρίᾳἀλλοτρείᾳἐν Ἀλεξανδρείᾳ πρότερον ὄντας ἀπεπέμψατο εἰς τοὺς ἰδίους νομοὺς πρὸς τὸν καιρὸν τῆς συνκομιδῆς· πρὸς δὲ τούτοις μείζονα δικαιολογίαν παρατίθεμαι αἰτούμενος ἄλλην προθεσμίαν εἰς τὸν κατάπλουν· ἐπισκέπτης γὰρ ἐχειροτονή θην ἅμʼ ἄλλοις γῆς διαμισθουμένης παρὰ τῆς κρατίστης βουλῆς διʼ ὅλου τοῦδιαμισθοπορησδιου νομοῦ διαφε ρούσηςδρουσης τῷ ἱερωτάτῳ ταμείῳ ηρο δεόμεθα πλείονος χρόνου εἰς τὴν συντελείωσιν· ὅθεν ἀξιῶ τὸ παρὸν συνχωρηθῆναι· τυγχάνειτυγχάνι δὲ κα ταιτιασάμενός μου κεχειρογραφηκέναι καταντῆσαι ὁπότε μηδεπώποτε ἐχειρογράφησα. διευτύχει. πρὸς δὲ τὴν ἐπίδοσιν τοῦ βιβλιδίου διεπεμψάμην Νικόδημον βουλευτὴν φίλον Δίδυμος κοσμητεύσας καὶ γυ μνασιαρχήσας βουλευτὴς διεπεμψαμην. ἔτους ιη Ἐπεὶφ κθ. τὰ ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος κελευόμενα διὰ τάχους ἀνύεσθαι προσήκει. ἐὰν οὖν ἐντυχόντος τοῦ κατηγόρου κληθεὶς μὴ ὑπα κούσῃς ἔσται τὰ ἀκόλουθα. ἀπόδος.ιοδαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.