no image
DDbDP-text
Corrispondenza heroniniana - Alypios via HGV-meta
Letter from Alypios to Heroninos ordering preparations for his visit. A letter from Alypios, a great landowner, to his estate manager Heroninos announcing his visit on the 23rd. He orders the bath heated, a good piglet and fish prepared for his party, and arranges for 500 bundles of hay from Horion for his working animals. machine translation
Linked by Trismegistos ID
TM 10980.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
παρὰ Ἀλυπίου.
[r,A]
σὺν θεῷ φάναι προσδόκα ἡμᾶς τῇ κγ πρὸς σὲ γεινομένους. ἧς ὥρας οὖν λαμβάνεις μου τὰ γράμματα
τὸ βαλανεῖον παντὶ τρόπῳ ποίησον ὑποκαυθῆναι καὶ δοκοὺς εἰς αὐτὸ παρενεχθῆναι ποιήσας
καὶ ἄχυρον πανταχόθεν συλλέξας ἵνα θερμῶς λουσώμεθα χειμῶνος ὄντος. καὶ γὰρ προῃρήμεθα παρὰ σοὶ καταχθῆναι ἐπεὶ καὶ τὰ ὑπόλοιπα χωρίδια ἐπιθεωρεῖν μέλλομεν καὶ τὰ παρὰ
σοὶ διατάξαι. καὶ τὴν ἄλλην μέντοι πᾶσαν ὑπηρεσίαν φρόντισον ἔχειν, πρὸ δὲ πάντων
χοιρίδιον καλὸν διὰ τοὺς σὺν ἡμῖν ὄντας·
ἀλλὰ καλὸν πάλιν ἔστω μὴ ὡς πρώην καὶ
λεπτὸν καὶ ἄχρηστον. πέμψον δὲ καὶ ἐπὶ
τοὺς ἁλιέας ἵνα ἰχθὺν κομίσωσι ἡμῖν.
ἀπέστειλα δέ σοι γράμματα πρὸς Ὡρείωνα
[r,B]
ἵνα σοι ἀποστείλῃ χόρτου
δέσμας πεντακοσίας . καὶ
πάλιν αὐτῷ τὸν ἴσον ἀποδώσεις· τὰ γὰρ ἐργατικά
μου κτήνη χλωρὸν ἐσθίει. καὶ πάντως περισσότερον χλωρὸν χόρτον
ποίησον ἐνεχθῆναι
ἵνα καὶ αὐτὰ τὴν αὐτάρκη
τροφὴν ἔχῃ. πέμψον οὖν
ἐπὶ τὸν χόρτον πάντως
σήμερον. ἐρρῶσθαί σε εὔχομαι.
σεσημείωμαι
Ἡρωνείνῳ φροντιστῇ.
ἔτους γ Τῦβι κβ
[v]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.