no image
DDbDP-text
Vendita di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 19393.
Each record below describes this same artifact or text from a different angle.
[A]
ἔτους δωδεκάτου αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν […]…[…] διαγραφὴδιὰ τῆς
ἐν Ἑρμουπόλει ἐπιτηρουμένης τραπέζης. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διὰ τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως Εὐδαίμονι καὶ Θεοδώρᾳ ἀμφοτέροις Ἑρμαίου Εὐδαίμονος μητρὸς […]τῆς καὶ Τερεῦτος μετὰ κυρίου τῆς Θεοδώρας τοῦἀδελφοῦ Εὐδαίμονος[…]
τὰς ὑπαρχούσας αὐτοῖς τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν ἀρούρας γῆς κατοικικῆς ἀναιτήτου ἀρούρας δεκατρεῖς ἥμισυ τρίτον , ἃςπαραδώσουσι κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ
παντὸς εἴδους ἐπὶ ταῖς …μ γειτνίαις, τιμῆς ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων[…] …… παρὰ τῆς ὠνουμένης κατὰ τὴνδε τὴν διαγραφὴν, καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων
ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν, χρωμένουςκαὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα
χρόνον, ἔτι δὲ καὶ γεωργοῦντας καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματαἀπο τοῦ εἰσιόντος ιγ ἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶνκατʼ ἔτος δημόσια διαλείπει, τά τε τῶν ἔμπροσθενχρόνων μέχρι τοῦ ιβ ἔτους δημόσια[…] πρὸς τοὺς πωλοῦντας, καὶ μὴ αὐτοὺς ἐπελεύσασθαι
μήτε ἄλλους ὑπὲρ αὐτῶν ἐπὶ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς, περὶ μηδενὸς ἢ μὴβεβαιώσωσι, ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ αὐτῶν ἐπελευσόμενος αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσανβεβαίωσιν ἐξακολουθούσης αὐτοῖς[…]ἴδιον χρέος διπλῆν τὴντιμὴν
καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. Διόσκορος ἐπιτηρητὴς σεσημείωμαι.
[B]
Εὐδαίμων καὶ Θεοδώρα ἀμφότεροι Ἑρμαίου Εὐδαίμονος μητρὸς[…]τῆς καὶ Τερεῦτος Ἑρμοπολῖται ἀναγραφόμενοι ἐπὶ Πόλεως λιβός, μετὰ κυρίου τῆς Θεοδώρας τοῦ ἀδελφοῦ Εὐδαίμονος, ἐπηκολουθήκαμεν
τῇ προκειμένῃ διαγραφῇ καὶ πεπράκαμεν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Εὐδαιμονίδι τῇ καὶ Φίντυς Δημητρίου ἀναγραφομένῃ ἐπὶ Πόλεως ἀπηλιώτου, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως τὰς ὑπαρχούσας ἡμῖν, τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν
γῆς κατοικικῆς ἀναιτήτου ἀρουρὰς δεκατρεῖς ἥμισυ τρίτον , ἃς παραδώσομεν κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους·
γείτονες τῶν ὅλων, ὡς ἡμεῖς ὑπηγορεύσαμεν, νότου[…] ……ου κλήρου· τιμῆς τῆς συμπεφωνημένης τῶν ὅλων ἀρουρῶν δεκατριῶν ἡμίσους τρίτου ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων· γίνονται ἀργυρίουδραχμαὶ Αφ, ἃς ἀνειρήμεθα διʼ ἐπιτηρητῶν τραπέζης παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφήν· καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν
τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν
αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, ἔτι δὲ καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα ἅπαντα εἰς τὸ ἴδιον ἀπὸ τοῦ εἰσιόντος ιγἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶν κατʼ ἔτος δημόσια διαλείπει, τά τε τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ιβ ἔτους καὶ αὐτοῦ τοῦ ιβ ἔτους δημόσια πάντα καὶ ἐπιμερισμοὺς πρὸς ἡμᾶς τοὺς πωλοῦντας· καὶ μὴ ἐπελεύσασθαι ἡμᾶς μηδʼ ἄλλους
ὑπὲρ ἡμῶν ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσηςἡμῖν τοῖς πωλοῦσιν· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βεβαιώσωμεν, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς
τὰ τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. ἔτους ιβ αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν …… Εὐδαίμων Ἑρμαίου πέπρακα καὶ
παραδώσω τὰς ἀρούρας καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος συμπεπρακυίης καὶ ἐσχηκυίης καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.
Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διʼ Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἐξωδίασα, ὡς πρόκειται[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.