Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.flor.3.384 25. Febr. - 26. März 489 (?)Alexandria

Affitto di uno stabilimento di bagni via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19401. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[a] [… ? lines lost …] κεν…[…] καὶ μ…[…] […]ἅμα τοῖς τῇ ἐμῇ δεσποτείᾳ[…] ἀντικρὺ τῶν Κρατ…ν…[…] οἰκίας ἐν τῇ ῥύμῃ, πριουᾶτον λουτρὸν ἤτοι βαλανεῖον σὺν τῷ ματρωνικίῳ μετὰ τῶν ἀνηκόντων πάντων καὶ τῶν ἐν αὐτῷ κόσμων κιόνων τε καὶ μηχανῶν καὶ ζῳδίων καὶ θυρωμάτων πάντων καὶ τῶν χαλκίων μολίβδων καὶ σωλήνων καὶ κλιδίων καὶ τῶν ἄλλων τῶν ὄντων ἐν τῷ αὐτῷ πριουάτῳ σκευῶν ἤτοι χρειωδῶν οὐδενὸς ἐλλείποντος ἀκολούθως τῷ ἑξῆς ὑποτεταγμένῳ βιβλίῳ μέντοι καὶ πεποιημένον σὺν τῷ ματρωνικίῳ ἐξ ὁλοκλήρου· παραδεδωκέναι δὲ ὡσαύτως σοί τε τῷ μισθωσαμένῳ καὶ ὑμῖν τοῖς ἐγγυηταῖς μανδάτορσιν καὶ τὸ ὂν ἐν τῷ ἀντλήματι τοῦ αὐτοῦ λουτροῦ μηχανοστάσιον […] […]στε σε κινδύνῳ καὶ ὑμῶν τῶν ἐ…[…] …α………σθαι τῆς τούτων μισθώσεως ἐπὶ τοὺς συναρέσαντας μεταξὺ ἡμῶν ἐνιαυτοὺς δέκα καὶ μῆνας τρεῖς ἀριθμουμένους ἀπὸ νεομηνίας τοῦ μὲν εἰσόντος μηνὸς Φαρμοῦθει τῆς παρούσης δωδεκάτης ἰνδικτίονος· καὶ ποιεῖσθαι τὴν λοῦσιν τῶν δύο μερῶν τοῦ αὐτοῦ βαλανίου καὶ τὴν ὑπόκαυσιν ἀπʼ ἰδίων σου ἀναλωμάτων καὶ τὴν φιλοκαλίαν αὐτοῦ ἐφʼ ἑκάστης ἡμέρας καὶ τὴν ἀρδείαν δὲ τῶν πάτων αὐτοῦ μετὰ πάσης προσοχῆς καὶ τῆς δεούσης ἐπιμελείας πρὸς τὸ μηδεμίαν μέμψιν ἢ αἰτίαν ἢ κατάγνωσιν εἴς σε ἐπακολουθῆσαι ἤγουν ἐνεδρεῦσαι λούειν τὰ δύο μέρη τοῦ αὐτοῦ βαλανείου, ἀλλὰ ταῦτα ἐφʼ ἑκάστης ἡμέρας ἀδιαλείπτως λούειν. εἰδὲ τοῦτο μὴ ποιήσειας ὑπεύθυνος ἔσῃ σύ τε ὁ μισθωσάμενος καὶ ὑμεῖς οἱ ἐγγυηταὶ μανδάτορες καὶ ὁπότερος ὑμῶν δικαίῳ ἀλληλεγγύης καταβάλλειν μοι τὸ ἑξῆς ἑσταμένον πρόστιμον. πάντα τε τὰ προσποριζόμενα ἐξ αὐτοῦ τοῦ λουτροῦ καὶ τοῦ ματρωνικίου οἱαδηποτοῦνἐξέσται εἰς τὸ ἴδιόν σε ἀναστέλλεσθαι φόρου ἀποτάκτου μεταξὺ ἡμῶν συμπεφωνημένου καὶ συναρέσαντος ὑπὲρ τοῦ αὐτοῦ μεμισθωμένου σοι πριουάτου σὺν τῷ ματρωνικίου μολίβδῳ χρυσίουνομισματίων δύο ἑκάστου χρυσίνου παρὰ κερατίου ἥμισυ καὶ τέταρτον καὶ ἑτέρων χρυσίου κερατίων εὐστάθμων ἕνδεκα ἥμισυ καὶ τέταρτον , ὅνπερ φόρον καὶ καταβαλεῖτέ μοι σύ τε ὁ μισθωσάμενος καὶ ὑμεῖς οἱ ἐγγυηταὶ μανδάτορες καὶ ἕκαστος ὑμῶν δικαίῳ ἀλληλεγγύης πρὸς μῆνα Παχὼν […] τῆς πρώτης δόσεως διδομένης μοι […]………… τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθει τε… […]ης δωδεκάτης ἰνδικτίονος οὕτω καὶ ἐφεξῆς …δ…[…] […]ς ἤτοι ἐντάγια κομιζομένων ὑμῶν παρʼ ἐμοῦ τὴνἀπόδειξιν. εἰ δὲ ὑμεῖς καὶ τοῦ αὐτοῦ φόρου ἐθέλοιτε ὀλιγωρῆσαι ?, ὑπεύθυνοι ἔσεσθε ὡσαύτως ἐξ ἀλληλεγγύης καταβαλεῖν ἐπʼ ἐμὲ τὸ αὐτὸ καὶ ἑξῆς δηλούμενον πρόστιμον τῶν ὀκτὼ νομισμάτων, δηλαδὴ ἔχοντες τὸ αὐτὸ πριουᾶτον ἐφορεὶ ἐπὶ ἡμέρας δεκαπέντε ἑκάστου ἐνιαυτοῦ, τοῦτʼ ἔστιν τὰς νηστίμους ἑβδομάδας τρεῖς ἃς καὶ ἀργεῖ τὸ αὐτὸ λουτρόν, καθὼς καὶ ἐν τ…εδ…εν… α[…]ντος δ[…] καὶ ὑμῶν τῶν ἐγγυητῶν καὶ μανδατόρων ἐξ ἀλληλεγγύης[…] τὸ αὐτὸ λουτρὸν ὑπ[…]ι ἡμέραν … δηλαδὴ […]… […]υτ…[…]……θυνω καὶ ὑμῶν τῶν ἐγγυητῶν καὶ μανδατόρων ἀλληλεγγύων ποιουμένων τὴν τοῦ αυ… τ[…]ουχυλ ἐπισκευὴν καὶ τὰς τοῦ μηχανοστασίου παραβολὰς, χυλ[…]…ντος δὲ καὶ τὰ σχοινία καὶ τοὺς κάδους καὶ τὰς […]λ[…]το[…], ὑμῖν δὲ ε[…]…[…]υ[…]ως καὶ τ[…] ἡμῖν[…]αν ὑδάτων […]ος [b] […]…… διὰ ἰδίων σου κτηνῶν καὶ … καὶ ἀναλωμάτων, ἐμοῦ δὲ τοῦ Φλαυίου Ἰουλιανοῦ ποιουμένου τήν τε φιλοκαλίαν καὶ οἰκοδομὴν τοῦ αὐτοῦ λουτροῦ καὶ τὴν ἐκ καινῆς κατασκευὴν τῶν τε χαλκείων καὶ τῶν ἄλλων σκευῶν ἤτοι χρειωδῶν καὶ τῆς μηχανῆς, ἔτι μὴν καὶ τὴν τῶν δωμάτων κονίασιν. καὶ τοῦ εἰρημένου χρόνου πληρουμένου ἀντιπαραδώσετέ μοι σύ τε ὁ μισθωσάμενος καὶ ὑμεῖς οἱ ἐγγυηταὶ μανδάτορες καὶ ε[…]…ι καὶ ἕκαστος ὑμῶν δικαίῳ ἀλληλεγγύης τὸ αὐτὸ καὶ ἐκ μισθ[…]… …τω… […]πριουᾶτον μετὰ παντὸς τοῦ αὐτοῦ κόσμου κιόνων τε καὶ μηχανῶν καὶ σωλήνων καὶ τῶν θυρῶν καὶ τῶν χαλκείων καὶ σωλήνων καὶ κλιδίων καὶ τῶν ἄλλων σκευῶν ἀκολούθως τ[…]… […]ω καὶ τοῦ μηχανοστασίου ὥσπερ αὐτὰ καὶ παρειλήφατε ἐν μηδενὶ καταβεβλαμμένα πλὴν μόνης τῆς τοῦ χρόνου χρήσεως, οὐκ οὔσης οὐδʼ ὁποτέρῳ μέρει ἐξουσίας ἐντὸς τῶν εἰρημένων δέκα ἐνιαυτῶν καὶ μηνῶν τριῶν σοὶ μὲν τῷ μισθωσαμένῳ ὀλιγωρῆσαι τῆς μισθώσεως ἢ ἀμελῶς ἀναστραφῆναι περὶ τὴν τοῦ αὐτοῦ βαλανείου καὶ τοῦ ματρωνικίου αὐτοῦ ἔκκαυσιν ἢ ἔλατον τοῦ εἰρημένου φόρου παρέχειν λέγειν τ…[…] […]χωρὶς ἐγγράφου μου μετοχῆς, ἀλλʼ οὔτε ἐμὲ ἀποβαλέσθαι σε τῆς αὐτῆς μισθώσεως χωρὶς […]ας ἢ προφανοῦς αἰτίας, ἢ πλείονα φόρον ἀξιοῦν ἔχειν τῶν χρυσίνων δύο ἑκάστου παρὰ κερατίου ἥμισυ καὶ τέταρτον , καὶ ἑτέρων χρυσίου κερατίων ἕνδεκα ἥμισυ καὶ τέταρτον , οὓς τῷ ει…νω…[…] […]… μέρει οὔτε ε…ν…τῶν προγεγραμμένων[…]…ν παραβῆναι ει…ε…ισημ[…] … […]μεταξὺ ἡμῶν[…] […]μεταδόντ[…] καὶ τὰ μὲν α[…] […] πάντα τὰ προγεγραμμένα πάντων ὑμῶν ἰδικῶς καὶ γενικῶς τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων ἐνεχύρου ὑποθήκης δικαίῳ καὶ τοῦτο δὲ ἐδοξ[…]πειτω· εἰ δὲ βουληθείης σὺ ὁ μισθωσάμενος[…]ες……… καὶ τὸ ματρωνίκιον κα[…], ἐξεῖναί μοι καὶ πρὸ τοῦ χρόνου ἐκβαλεῖν σε τῆς μισθώσεως μετὰ καὶ ὑπευθύνους εἶναι σέ τε καὶ ὑμᾶς τοὺς ἐγγυητὰς μανδάτορας δικαίῳ ἀλληλεγγύης[…]…κ[…]μα καταβολὴ τῶν προστίμου χρυσίνων ὀκτὼ[…]ας… καὶ ἐπὶ πάσῃ τῇ συνθήκῃ ὡσαύτως[…]πάντων ὑμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων ἐνεχύρου ὑποθέσεως δικαίῳ. καὶ ἐξεδόμην ὑμῖν τήνδε τὴν μίσθωσιν ὑπογεγραμμένην κυρίαν οὖσαν[…] [… 3 lines lost …] πεδατούρας οἰκ[…]… α…[…]αν… συναλλαγματοργράφῳ υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Ἰωάννου …[…] [… 2 lines lost …] […] χρυσίνοις δύο ἑκάστου παρὰ κερατίου ἥμισυ καὶ τέταρτον καὶ ἑτέροις χρυσίου κερατίοις ἕνδεκα ἥμισυ καὶ τέταρτον υ[…]ληρ[…]……ι συμφωνεῖ τὰ προγεγραμμένα ακεωνα…[…]…ς… πρόστιμον τῶν προγεγραμμένων χρυσίνων καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ […] […]τῆς μακαρίας μνήμης Χριστ[…] οἰκῶν πρὸς τὸν […] […] Αὐρήλιος Ἐπιφάνιος … [… ? lines lost …]

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.