no image
DDbDP-text
Antichretic Loan via HGV-meta
Linked by Trismegistos ID
TM 22157.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]… […]
Φλάουϊος Ἰουλιανὸς λαμπρότατος τριβοῦνος υἱὸς τοῦ τῆς
μακαρίας μνήμης Εὐσεβίου οἰκῶν πλησίον τοῦ μαρτυρίου
τοῦ ἁγίου Βαπτιστοῦ ἐν τοῖς ἰδίοις μετὰ ἐγγυητοῦ
ἤτοι μανδάτορος […]…[…]ἐγγυωμένου
καὶ ἀναδεχομένου […]
κ…[…]κατὰ τὸ τοῦ μανδάτορος δίκαιον τήν τε
ἀπόδοσιν ἀκινδύνως τοῦ ἑξῆς δηλουμένου χρέους
καὶ τὴν ἡμερουσίαν χορηγίαν καὶ συμπλήρωσιν
τῶν τοῦ φιλανθρώπου αὐτοῦ ἀρτιδίου δωρεῶν δύο
καὶ πάντα τὰ διὰ τοῦδε τοῦ γραμματείου ἐγγεγραμμένα
ἐπὶ ὑπευθύνοις τοῖς ἰδίοις ὑπάρχουσιν Φλαουΐου
Θεοφανίου ἀπὸ πριμικηρίων σχολῆς ταχυδρόμων
τῆς Αὐγουσταλιανῆς τάξεως υἱοῦ τοῦ τῆς μακαρίας
μνήμης Πέτρου οἰκοῦντος πρὸς τόπῳ καλουμέ νῳ
ἐν Ταποσίρεως ἐν τοῖς ἰδίοις Αὐρηλίῳ Ἀγαθοκλεῖ
τῷ αἰδεσίμῳ υἱῷ τοῦ μακαρίου Ζωσίμου χαίρειν.
ὁμολογῶ διὰ ταύτης μου τῆς ἀσφαλείας μετὰ ἐγγυητοῦ
μανδάτορος τοῦ προειρημένου εἰληφέναι παρὰ σοῦ ἐν
τῇ σήμερον ἡμέρᾳ καθʼ ἃς προσήγαγόν σοι παρακλήσεις
εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας ἀκίνδυνα ὄντα
παντὸς κινδύνου κεφαλαίου χρυσίου νομισμάτια
ἁπλᾶ δεσποτικὰ δόκιμα δέκα παρὰ κεράτια δέκα
διὰ χειρὸς σταθμισθέντα καὶ παραδοθέντα μοι
ὑπὸ σοῦ παρουσίᾳ τοῦ ἐγγυητοῦ μανδάτορος
ἐν τῷ τῆς πόλεως δημοσίῳ ζυγῷ διὰ Πέτρου
ζυγοστάτου τόπου Καισαρείου, καθὼς ἐπερωτηθεὶς
ὡμολόγησα, καὶ προσαπολελυκέναι σοι νομὴν
ἤτοι χορηγίαν τῶν διαφερουσῶν μοι ἀρτιδίου
δωρεῶν δύο χορηγουμένων ἐν δυσὶ πρατηρίοις
οὕτως· ἐν μὲν πρατηρίῳ ὄντι πρὸς τόπῳ καλουμένῳ
Δρόμου Πέντε Κλιμακίων ὑπὸ χορηγὸν Ἀναστάσιον
ἀρτιδίου δωρεὰ μία ἀπογραφεῖσα ἐπʼ ὀνόματος
Ὡριγενίας Σαραποδώρου, ἐν δὲ πρατηρίῳ ὄντι
πρὸς τόπῳ καλουμένῳ Ὀσειρείῳ ἤτοι Στρεπτῷ
ὑπὸ χορηγὸν Χριστόδωρον, ἡ λοιπὴ δωρεὰ μία ἀπογραεῖσα,
μετὰ καὶ ἄρτου ἑνὸς ἐν αὐτῷ τῷ πρατηρίῳ χορηγουμένου,
ἐπʼ ὀνόματος Ἑκηβολίου Εὐδοξίου, παρασχόμενός σοι
λόγῳ ἐνεχύρου καὶ τοὺς τῆς χορηγίας αὐτῶν δ…[…]
μετὰ καὶ ἀντιγράφου τῆς πράξεως το[…]…[…]
εἰς ἐμὲ παρὰ τῆς τῆς λαμπρᾶς μνήμης Νόννας[…]
αὐτῶν τε τῶν δύο δωρεῶν καὶ ἑτέρων[…]
καὶ ἄρτων καὶ ἄλλων πραγμάτων ἐπὶ τῷ ταύτας
τὰς δύο δωρεὰς ἡμερουσίως χορηγεῖσθαί σοι ἄνευ
τιμῆς δόσεως κα…δ[…]να…[…]λόγῳ
προσέργου τῶν μνημονευθέντων καὶ ἐκδανεισθέντων
μοι παρὰ σοῦ χρυσίου νομισματίων δέκα παρὰ κεράτια
δέκα ἀκοιλάντως καὶ ἀναντιρρήτως μέχρι τελείας
συμπληρώσεως. αὐτὰ μέντοι τὰ τοῦ κεφαλαίου […]
χρυσίου νομισμάτια δέκα παρὰ κεράτια δέκα
[…]
ὡρίσαμεν ἐπάναγκες ἀποδοῦναί σοι ἐγώ τε ὁ ὑπόχρεος
καὶ ἐγὼ ὁ ἐγγυητὴς μανδάτωρ καὶ ὁπότερος ἡμῶν ὃν ἐὰν αἱρῇ
πάραυτα καὶ παραχρῆμα, ὅτε δ̓ ἂν ἀπολαβεῖν τὸχχρέος
βουληθείης, ἀνυπερθέτως καὶ χωρὶς παρολκῆς καὶ
ἀντιλογίας καὶ πάσης οἱασδήποτε νομίμου
παραγραφῆς καὶ δικαιολογίας, οὐκ οὔσης ἐξουσίας
οὔτε ἐμοὶ τῷ ὑποχρέῳ οὔτε ἐμοὶ τῷ ἐγγυητῇ μανδάτορι
οὐδʼ ὁποτέρῳ ἡμῶν βουλομένου σοῦ ἀπολαβεῖν ὑπερθέσθαι
περὶ τὴν ἀπόδοσιν τῶν αὐτῶν δέκα χρυσίνων
παρὰ κεράτια δέκα ἢ κωλύσαι ἢ ἐμποδίσαι ἢ κοιλᾶναι καὶ ἂν
μίαν ἡμέραν τὴν χορηγίαν τῶν τοῦ φιλανθρώπου
αὐτῶν ἀρτιδίου δωρεῶν δύο , οὐκ ἔλαττον διδόναι οὔτε
ἐπιζητεῖν οὔτε λέγειν ἀποδεδωκέναι τι χωρὶς
ἐγγράφου σου ἀποχῆς. ἅσπερ προσαπολυθείσας σοι παρʼ ἡμῶν
ἀρτιδίου δωρεὰς δύο παρεξόμεθά σοι ἐγώ τε ὁ ὑπόχρεος
καὶ ἐγὼ ὁ ἐγγυητὴς καὶ ὁπότερος ἡμῶν καθαρὰς ἀπὸ πάσης
δημοσίας τε καὶ ἰδιωτικῆς ὀφειλῆς καὶ οἱασδηποτοῦν
ἐνοχῆς τε καὶ ἐπελεύσεως καὶ ζητήσεως καὶ μὴ ἐάσομεν
μηδένα αὐτῶν ἢ μέρους ἀντιποιούμενον τρόπῳ
μηδενί, πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον […]
ἐπελευσόμενον ἢ ἀντιποιησόμενον προφάσει τῶν
αὐτῶν καὶ προσαπολυθεισῶν σοι παρʼ ἐμοῦ ἀρτιδίου
δωρεῶν δύο ἢ μέρους αὐτῶν χάριν ἐπάναγκες
ἐγώ τε ὁ ὑπόχρεος καὶ ἐγὼ ὁ ἐγγυητὴς καὶ ὁπότερος ἡμῶν
τοῦτον ἀποστήσομεν καὶ ἐκδικήσομεν παραχρῆμα
τοῖς ἰδίοις ἡμῶν ἀναλώμασιν καὶ καθαροποιήσομεν
τὸ δίκαιον τοῦδε τοῦ γραμματείου. εἰ μέντοι συμβαίη,
ὅπερ ἀπείη, εἴτε ἐκ θείου νεύματος εἴτε ἐξ ἀρχοντικῆς
προστάξεως εἴτε ἔξ ἄλλης οἱασδηποτοῦν αἰτίας
κωλυθῆναι ἢ ἐμποδισθῆναι τὴν νομὴν ἤτοι
χορηγίαν τῶν αὐτῶν ἀρτιδίου δωρεῶν δύο
κατὰ πάντων τῶν ἄρτων τὸ τοιοῦτό γε ὁμολογοῦμεν
μηδὲν εἶναι πρὸς σὲ μήτε πρὸς τὸ χρυσίον, ἀλλὰ
εἴς τε ἐμὲ τὸν ὑπόχρεον καὶ ἐμὲ τὸν ἐγγυητὴν καὶ εἰς
ὁπότερον ἡμῶν τὸ τοιοῦτο ὁρᾶν, καὶ παραχρῆμα τὴν
συμπλήρωσίν σοι ποιήσασθαι τῶν αὐτῶν δέκα
χρυσίνων παρὰ κεράτια δέκα καὶ τῶν, εἰ ἄρα, ὑποφερομένων φιλανθρώπων τῆς νομίμης αὐτῶν
ἑκατοστῆς, γιγνομένης σοι, ὡς εἴρηται, ὅτε βούλει τῆς
εἰσπράξεως καὶ παντὶ τῷ κυρίως ὑπὲρ σοῦ ἀπαιτοῦντι
ἔκ τε ἐμοῦ τοῦ ὑποχρέου καὶ ἐμοῦ τοῦ ἐγγυητοῦ καὶ
ἐξ ὁποτέρου οὗ ἐὰν ἡμῶν αἱρῇ κατὰ τὸ τῆς …[…]
δίκαιον καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων
τῶν καὶ ὑποκειμένων σοι ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης.
Φλάουϊος Ἰουλιανὸς λαμπρότατος τριβοῦνος υἱὸς Εὐσεβίου ὁ προγεγραμμένος ἐδεξάμην παρὰ σοῦ τοῦ Αὐρηλίου Ἀγαθοκλῆ
εἰς ἰδίας μου χρείας τὰ προγεγραμμένα ἀκίνδυνα ὄντα
χρυσίου νομισμάτια δέκα παρὰ κεράτια δέκα καὶ προσαπέλυσά σοι τὴν νομὴν ἤτοι χορηγίαν διαφερους. […]δωρεῶν
δύο χορηγουμένων ἐν δυσὶ πρατηρίοις πρὸς τόποις Δρόμου ἤτοι
Πέντε Κλιμακίων καὶ Ὀσειρείῳ ἤτοι Στρεπτῷ ἐπὶ τῷ
ταύτας ἡμερουσίως χορηγεῖσθαι ὑπὲρ φιλανθρώπου τῶν αὐτῶν δέκα χρυσίνων ἀκοιλάντως μέχρι συμπληρώσεως
αὐτῶν καὶ ἀποδώσω σοι τὰ αὐτὰ δέκα χρύσινα παρὰ κεράτια
δέκα
πάραυτα ὁπηνίκα ἂν βουληθείης καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα.
Φλάουϊος Θεοφάνιος υἱὸς τοῦ τῆς μακαρίας
μνήμης Πέτρου ἀπὸ
πριμικηρίων σχολῆς ταχυδρόμων τῆς Αὐγουσταλιανῆς τάξεως οἰκῶν
πρὸς τόπῳ ἐν Ταποσίρεως ἐν τοῖς ἰδίοις ὁ προγεγραμμένος ἐγγυῶμαι καὶ
ἀναδέχομαι κατὰ τὸ τοῦ μανδάτορος δίκαιον παρὰ σοὶ τῷ Αὐρηλίῳ Ἀγαθοκλεῖ
τήν τε ἀπόδοσιν ἀκινδύνως τῶν προγεγραμμένων καὶ ἐκδανεισθέντων
παρὰ σοῦ τῷ Φλαουΐῳ Ἰουλιανῷ τριβούνῳ χρυσίου νομισματίων δέκα
παρὰ κεράτια
δέκα καὶ τὴν ἡμερουσίαν χορηγίαν εἰς συμπλήρωσιν αὐτῶν τοῦ φιλανθρώπου
δωρεῶν δύο χορηγουμένων ἐν τοῖς προγεγραμμένοις δυσὶν πρατηρίοις
τῇ ἐμῇ πίστει καὶ ἐντολῇ καί εἰμι ὑπεύθυνος τῇ τε ἀποδόσει καὶ πᾶσι τοῖς ἐγγραμμένοις καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα
καὶ ἀπέλυσα. † Πέτρος ζυγοστάτης τόπου Καισαρείου· διʼ ἐμοῦἐσταθμίσθησαν καὶ παρεδόθησαν τῷ λαμπροτάτῳ Ἰουλιανῷ τὰ ἐκδανεισθέντα
αὐτῷ παρὰ Ἀγαθοκλεοῦς χρύσινα δέκα παρὰ κεράτια δέκα .
Αὐρήλιος Ἰωάννης υἱὸς […]…[…] οἰκῶν πρὸς τόπῳ καλουμένῳ
Ἀσκλᾶ ἐν τοῖς ἰδίοις μαρτυρῶ. Αὐρήλιος Μακάριος υἱὸς[…]
οἰκῶν πρὸς τόπῳ καλουμένῳ […]…ω ἐν τοῖς ἰδίοις μαρτυρῶ. […]
† Νεμεσάμμων συναλλαγματογράφος τόπου
Ἡρακλείδου † ἐτέλεσα
Ἀγαθοκλῆς υἱὸς Ζωσίμου Φλαβίῳ Ἰουλιανῷ· […]
ἐδεξάμην παρὰ σοῦ τὰ χρεωστηθέντα μοι ἐπὶ τῇ ὑποθήκῃ τῶν δύο δωρεῶν νομίσματα δέκα παρὰ
κεράτια δέκα καὶ ἀναδέδωκα πλήρης τό τε
γραμματεῖον καὶ τοὺς καλάμους τῶν δύο δωρεῶν.
Μεχεὶρ κθ, ἰνδικτίωνος η, ὑπατείᾳ Φλαβίου Ἰωάννου τοῦ λαμπροτάτου.
☧ Φλάουϊος Ἰουλιανὸς τριβοῦνος Πέτρῳ ζυγοστάτῃ τόπου Καισαρείου·
διὰ σοῦ ἐσταθμίσθησαν καὶ παρεδόθησάν μοι τὰ δανεισθέντα
παρὰ Ἀγαθοκλεοῦς χρυσίου νομισμάτια δέκα παρὰ κεράτια δέκα .
Φλάουϊος Θεοφάνιος ἀπὸ πριμικηρίων σχολῆς ταχυδρόμων τῆς Αὐγουσταλιανῆς
τάξεως Πέτρῳ ζυγοστάτῃ τόπου Καισαρείου· διὰ σοῦ παρουσίᾳ ἐμῇ ἐσταθμίσθησαν καὶ παρεδόθησαν τῷ Φλαουΐῳ Ἰουλιανῷ τριβούνῳ τὰ δανεισθέντα
αὐτῷ παρὰ τοῦ Αὐρηλίου Ἀγαθοκλέους ἐπὶ τῇ χορηγίᾳ τῶν δύο δωρεῶν
νομισμάτια
δέκα παρὰ κεράτια δέκα καὶ πρὸς ἀπόδειξιν ἐπέστειλα.
[… 0 lines lost …]
[… 1 line lost …]
φ[…]…ου…ν[…]τας…[…]φερ…[…]…[…]…[…]
τ…[…]…ς δωρεὰς δύο . θελήσατε πάραυτα τοῦ
δέξασθαι τόδε μου
τὸ ἐπίσταλμα τὴν χορηγίαν ἐφʼ ἑκάστης ἡμέρας ἐπὶ τὸν εἰρημένον
αἰδέσιμον Ἀγαθοκλέα ποιήσασθαι τῶν αὐτῶν καὶ προσαπολυθεισῶν
αὐτῷ παρʼ ἐμοῦ δωρεῶν δύο ἄχρις ἂν ἡ συμπλήρωσις
τῷ προειρημένῳ Ἀγαθοκλεῖ παρʼ ἐμοῦ γένηται τῶν προειρημένων καὶ
χρεωστουμένων αὐτῷ παρʼ ἐμοῦ χρυσίου νομισματίων δέκα παρὰ κεράτια
δέκα , φυλάξαι δὲ αὐτῷ καὶ τὴν νομὴν τῶν αὐτῶν δύο
δωρεῶν καὶ
καθαρὰν καὶ ἀπρόδοτον μέχρι ἀποδόσεως καὶ πρὸς ὑμῶν
ἀσφάλειαν καὶ ἀπόδειξιν α…[…]αυτω ἐπέστειλα μετὰ ὑπογραφῆς ἐμῆς
ὑμῶν τῶν ἀρτοχορήγων Χριστοδώρου καὶ Ἀναστασίου. †
☧ Φλάουϊος Ἰουλιανὸς ὁ λαμπρότατος τριβοῦνος υἱὸς Εὐσεβίου ἐπέστειλα τοῖς ἀρτοχορήγοις
Χριστοδώρῳ τόπου Ὀσειρείου ἤτοι Στρεπτοῦ καὶ Ἀναστασίῳ τόπου Δρόμου ἤτοι
Πέντε Κλιμακίων περὶ τῆς χορηγίας ἧς ἕκαστος χορηγεῖ δωρεᾶς μιᾶς
κάθως προγέγραπται. †
ὑπατείᾳ Φλαουΐου Ἰωάννου τοῦ λαμπροτάτου, Μεσορὴ γ,
ἰνδικτίωνι ζ ἑβδόμῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.