no image
DDbDP-text
Série de quittances via HGV-meta
Linked by Trismegistos ID
TM 18452.
Each record below describes this same artifact or text from a different angle.
[…]ης Γενναδίου ἀπὸ Ἀνταίου Ἀπολλῶτι Διοσκόρου. ἔσχον καὶ πεπλήρωμαι παρὰ σοῦ τῶν φόρων τῶν ὑπὸ σέ μου ἀρουρῶν ἀνύδρου γῆς διακειμένων
ἐν κλήρῳ Πιασε πεδιάδος Φθλὰ ὑπὲρ κανόνος τρίτης ἰνδικτίονος ἐκ πλήρους
[… 3 lines lost …]
☧ κληρονόμοι τοῦ τῆς λαμπρᾶς μνήμης Κύρου πολιτευομένου, διʼ ἐμοῦ
Βίκτορος Ψαίου πρεσβυτέρου καὶ προνοητοῦ τῶν Ἀνταιοπολιτικῶν πραγμάτων
Ἀπολλῶτι Διοσκόρου. ἐδεξάμην παρὰ σοῦ καὶ ἐπληρώθην τῶν φόρων
τῶν ὑπὸ σὲ ἀρουρῶν ἀνύδρων οὐσῶν ἐν δαιφόροις τόποις ἐν πεδιάδι
κώμης Φθλὰ, κλήρου Πιασε, ὑπὲρ κανόνος τρίτης ἰνδικτίονος ἐκ πλήρους. καὶ εἰς σὴν
ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ἀκολούθως τῇ μισθώσει
ὡς πρόκειται Μεσορὴ γ τῆς αὐτῆς γ ἰνδικτίονος. κληρονόμοι Κύρου διʼ ἐμοῦ Βίκτορος
πρεσβυτέρου· στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται.
☧ Φλαύιος Ἰωάννης ὁ λαμπρότατος πολιτευόμενος τῆς Ἀνταιοπολιτῶν διʼ ἐμοῦ Φιεὶβ
Δίου προνοητοῦ Ἀπολλῶτι Διοσκόρου. ἐδεξάμην παρὰ σοῦ καὶ ἐπληρώθην
τῶν φόρων τῶν ὑπὸ σὲ ἀρουρῶν ἀνύδρων οὐσῶν διακειμένων ἐν πεδιάδι
κώμης Φθλὰ κλήρου Πιασε ἐν διαφόροις τόποις, λέγω δὴ τῶν ἀρουρῶν
[…]ερμους καὶ τῶν λεγομένων Ιαλεμλὶμ, ὑπὲρ κανόνος τρίτης ἰνδικτίονος ἐκ πλήρους.
καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται.
Μεσορὴ γ τῆς αὐτῆς γ ἰνδικτίονος Φλαύιος Ἰωάνη διʼ ἐμοῦ Φιεὶβ προνοητοῦ στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται
ΨάιςΒίκτορος πρεσβυτέρου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ☧
☧ Φλαύιος Μέγας ὁ λαμπρότατος ἀπὸ ἐκδίκων τῆς Πανὸς πόλεως διʼ ἐμοῦ Ἰουβίνου
παιδὸς καὶ φορολόγου Ἀπολλῶτι Διοσκόρου. ἐδεξάμην καὶ ἐπληρώθην
παρὰ σοῦ τῶν φόρων τῶν ὑπὸ σὲ ἀρουρῶν ἀνύδρου γῆς διακειμένων ἐν πεδιάδι
κωμῆς Φθλὰ, κλήρου Πιασε, ἐκ πλήρους, ἀκολούθως τῇ μισθώσει, ὑπὲρ
κανόνος τρίτης ἰνδικτίονος. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν
ἀποχὴν ὡς πρόκειται. Μεσορὴ … τῆς αὐτῆς γ ἰνδικτίονος. ☧ Φλαύιος Μέγας ὁ λαμπρότατος
ἀπὸ ἐκδίκων τῆς Πανὸς διʼ Ἰουβίνου παιδὸς ἐξέδωκα
τὴν ἀποχὴν καὶ στοιχεῖ μοι ὡς πρόκειται. Ἰωάννης Ἑρμείου ἀπὸ
Ἀφροδίτης ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ☧
† ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλῶτος ουλ
☧ Φλαύιος Νεμεσιανὸς σχολαστικὸς διʼ ἐμοῦ Μηνᾶ προνοητοῦ Ἀπολλῶτι Διοσκόρου. ἐδεξάμην
καὶ ἐπληρώθην παρὰ σοῦ τοῦ φόρου τοῦ ὑπὸ σέ μου ἀρουρῶν ἀνύδρου γῆς διακειμένων
ἐν πεδιάδι κώμης Φθλὰ καλουμένων Πιασε ἔν τε σίτῳ καὶ κριθῇ ἐκ πλήρους, κανόνος
τρίτης ἰνδικτίονος. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν
ὡς πρόκειται. Μηνᾶς ὁ προγεγραμμένος γεοῦχος· στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Αὐρήλιος
Φοιβάμμων, υἱὸς αὐτοῦ, ἐπιτραπεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος †
☧ Φλαύιος Κόλλουθος Ἀμμωνίου σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδὸς καὶ προνοητοῦ
Ἀπολλῶτι Διοσκόρου ἀπὸ Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τὸν φόρον
τοῦ ὑπὸ σέ μου μέρους τῶν ἀνύδρων ἀρουρῶν κλήρου Πιασε ἐν πεδιάδι κώμης
Φθλὰ ὑπὲρ μέρους τοῦ πατρός μου καὶ τῆς μητρὸς, ὑπὲρ κανόνος τρίτης ἰνδικτίονος ἐκ πλήρους
καὶ εἰς σὴν ἀσφάλειαν πέποιημαι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται.
Θῶθ κζ τῆς αὐτῆς γ ἰνδικτίονος † Φλαύιος Κόλλουθος Ἀμμωνίου σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδός· στοιχεῖ μοι
ἡ ἀποχὴ ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος βοηθὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος, παρόντος μοι
καὶ εἰπόντος. ☧ δηλαδὴ ἔτι μὴν καὶ ὑπὲρ τοῦ ὁλοκλήρου μέρους τῶν κληρονόμων
τοῦ τῆς μακαρίας μνήμης Αἰνείου ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ
ὑπὲρ τῆς αὐτῆς παρούσης τρίτης ἰνδικτίονος ἐκ πλήρους. ☧ ὁ προγεγραμμένος
Κόλλουθος Ἀμμωνίου, σκρινιάριος διʼ ἐμοῦ Ἀπολλῶτος παιδός· στοιχεῖ μοι
ἡ ἀποχὴ ὡς πρόκειται†· Αὐρήλιος Ἰερημίας Ἀβρααμίου ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴεἰδότος †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.