Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.2.67126 AD 541Constantinople

Borrowing contract via APIS-papyrus

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18873. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ Φλάυιος Βίκτωρ ἐλέει Θεοῦ πρεσβύτερος ἐκκλησίας διακειμένης ἐπὶ τὴν Θηβαίων χώραν ἐν κώμῃ λεγομένῃ Ἀφροδίτῃ, υἱὸς Βησαρίωνος τοῦ τῆς μακαρίας μνήμης, καὶ Φλάυιος Ἀπολλῶς υἱὸςΔιοσκόρου τοῦ μακαριωτάτου, ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς προειρημένης κώμης ἐπιλεγομένης Ἀφροδίτης, διάγοντες δὲ τὰ νῦν ἐπὶ τήνδε τὴν βασιλίδα καὶ πανευδαίμονα πόλιν, αὐθένται ὄντες […]…η καὶ ὑπὲρ ἀλλήλωνἐγγυηταὶ καὶ ἀποδόται, κιχραμένου ἑκατέρου ἡμῶν καὶ ἐνεχομένου εἴς τε μέρος καὶ εἰς ὁλόκληρον, ὁμολογοῦμέν σοι Φλαυΐῳ Ἀναστασίῳ, καθωσιωμένῳ καστρησιανῷ τῆς θείας τραπέζης καὶ ἀργυροπράτῃ, υἱῷ Ἰωάννου τοῦ τῆς μακαρίας μνήμης, εἰληφέναι ἡμᾶς παρὰ σοῦ ἐν δάνει ἐνιαίῳ […]τῇἐνεστώσῃ καὶ ὑποτεταγμένῃ ἡμέρᾳ, καὶ ἔχειν σου καὶ χρεωστεῖν κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους καὶ τελείους, τὸν ἀριθμὸν εἴκοσι , καταβληθέντας ἡμῖν παρὰ σοῦ διὰ χειρῶν εἰςχεῖρας, παρουσίᾳ τῶν ὑποτεταγμένων μαρτύρων, τοὺς καὶ χωρήσαντας εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας. καὶ τοὺς αὐτοὺς εἴκοσι τοῦ κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους καὶ τελείους ἀποδοῦναί σοι ὁμολογοῦμεν, ἡμεῖς τε ἀμφότεροι καὶ ὁπότερος ἡμῶν, κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον, σοί τε καὶ κληρονόμοις σοῖς καὶ διαδόχοις, ἡμεῖς τε καὶ κληρονόμοι ἡμῶν καὶ διάδοχοι, προθεσμίας συμφωνηθείσης μηνῶν τεσσάρων ἀριθμουμένων ἀπὸ τῆς ἐνεστώσης καὶ ὑποτεταγμένης ἡμέρας, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων· καὶ ἕως τελείας αὐτῶν ἀποδόσεως εὔδηλον ὅτι οὔσης τῆς ἐξουσίας περὶ τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι ἐντάγιον[…]επει………… καὶ τῶν περὶ […] […]λημμάτων καὶ ἀναλωμάτων λόγον, ὑποθέμενοί σοι εἰς ἀσφαλές, ἰδικῶς καὶ γενικῶς, πάντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα, κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα, ἐν παντὶ εἴδει καὶ γένει· καὶ ἐπερωτηθέντες παρὰ σοῦ κατὰ πρόσωπον, ὡμολογήσαμέν σοι γράψαντες τὸ προκείμενον ἰδιόχειρον γραμμάτιον τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων διὰ χειρῶν σοῦ εἰς χεῖρας ἡμῶν Ἀπολλῶτος, ἐν ᾧ κάτω Βίκτωρ καθυπέγραψα μηνὶ Ἰανουαρίῳ ἑβδόμῃ, ἰνδικτίωνι τετάρτῃ, ἐν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τεσσαρεσκαιδεκάτου, ὑπατείας Φλαυίου Βασιλείου τοῦ λαμπροτάτου ἐκείνου δήλου τυγχάνοντος, ὅτι ταῦτα τὰ προγεγραμμένα εἴκοσι νομίσματα ὄβρυζα εὔσταθμα, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων, ἐν Ἀλεξανδρείᾳ ἡμᾶς τε ἀμφοτέρους καὶ ὁπότερον ἡμῶν παρασχεῖν ἐν τῇ ὑμετέρᾳ ἀποθήκῃ, Θωμᾷ τῷ θαυμασιωτάτῳ ὑμῶν ἀνθρώπῳ συλλαβόντι τὸν λόγον κυρίως ὑπὲρ ὑμῶν ποιουμένων, μετὰ καὶ τῆς αὐτῶν ἀποκαταστάσεως, τοῦτʼ ἔστιν μηνῶν δύο διμοιριαίους τόκους ☧. Φλάυιος Βίκτωρ, ἐλέει Θεοῦ πρεσβύτερος, υἱὸς Βησαρίωνος τοῦ μακαριωτάτου, ὁ προγεγραμμένος, ὁμολογῶ κεκομίσθαι ἐν δάνει παρὰ σοῦ τοῦ προγεγραμμένου καθωσιωμένου Ἀναστασίου, ἅμα Ἀπολλῶτι τῷμνημονευθέντι, τοὺς προγεγραμμένους εἴκοσι τοῦ κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους, καὶ τούτους σοι ἀποδιδόναι κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον τῇ εἰρημένῃ τῶν τεσσάρων μηνῶν προθεσμίᾳ, δίχα τῆς οἱασδήποτε ἀπολογίας, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων, καὶ τῆς προειρημένης τῶν δύο μηνῶν ἀποκαταστάσεως, ὑποθέμενός σοι ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις πάντα τὰ ὄντα μοι καὶ ἐσόμενα πράγματα, κινητά τε καὶ ἀκίνητα, ἐν παντὶ εἴδει καὶ γένει· καὶ πρὸς τὸ ἔχειν σε τὸ ἀσφαλὲς καθυπέγραψα τῷ προκιμένῳ ἰδιοχείρῳ γραμματίῳ τῶν εἴκοσι τοῦκεφαλαίου νομισμάτων, χειρὶ ἐμῇ, ἡμέρᾳ καὶ ὑπατείᾳ τῇ προγραμμένῃ ☧. Φλάυιος Ὀλύβριος, μαγιστριανὸς τῶν θείων ὀφφικίων, υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Κύρου, παρήμην γινομένου τοῦ προκειμένου ἀλληλεγγύου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ ☧. Φλάυιος Μάξιμος, ἀναφερόμενος ἐν τῷ ἀριθμῷ τῶν γενναιοτάτων Σεξτοδαλματῶν, υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Θεοδοσίου, παρήμην γινομένου τοῦ προκειμένου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων, παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ † ☧ Φλάυιος Σάνος, βοηθὸς τοῦ θεοφιλεστάτου κύρου Μηνᾶ διακόνου, σὺν Θεῷ ναύκληρος, υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἰσιδώρου, παρήμην γινομένου τοῦ ἀλληλεγγύου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων, παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ ☧.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.