Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.3.67328 14. Juli 521Aphrodites Kome (Antaiopolites)

Registre contenant via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18453. Each record below describes this same artifact or text from a different angle.

  • Registre contenant HGV-meta Aphrodites Kome (Antaiopolites)14. Juli 521
  • Register APIS-papyrus Aphrodites kome (Antaiopolites)AD 521

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[pg1] † ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου, Ἐπεὶφ ια αεἰνδικτίονος τῷεὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτουνομοῦ, παρὰΑὐρηλίου Ἰωάννου υἱοῦ Βίκτορος Εἰβᾶνος, γεωργοῦἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν ☧ ὁμολογῶ, ὀμνὺς τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Φηοῦν Ἰωσηφίου, ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας καλουμένης Ετο…ε, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ ια παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶπροσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, τοῦτον παρενεγκεῖν καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ , ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. συνπεραιουμένουδὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην. καὶ ἐπερωτηθεὶς ὡμολόγησα☧ Αὐρήλιος Ἰωάννης Βίκτορος ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Φηοῦν εἰς νομίσματα ἕξ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Καλλίνικος Βίκτορος ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. [pg2] † ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶὑπερφυεστάτου, Ἐπειφ ια ιε ἰνδικτίονος τῷ εὐδοκιμῳτάτῳἈπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἰσακίου Ἀπολλῶτος, μητρὸς , γεωργοῦ ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν ☧ ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ἀγνάτωνα Παπόλλωνος, ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας Τειαε, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ ια παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις ἀόκνως καὶ ἀκαταγνώστως, καὶ τὴν παραφυλάκην τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι, καὶ μηδαμῶς αὐτὸν ἀπολειπέσθαι. ὁπόταν δὲ ζητούμενος παρʼ ὑμῶν, τοῦτον παρενεγκεῖν καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ , ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. συνπεραιουμένου δὲ τοῦ χρόνου ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦπροφερομένην, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧ ☧ ☧ Αὐρῆλις Ἴσακως ὁ προκείμενος ἐγγύωμαι τὸν προκείμενον Ἀγνάτωνα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Καλλίνικος Βίκτορος, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. [pg3] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ ιε πεντεκαιδεκάτης ἰνδικτίονος. τῷεὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Ἰωάννου Βησκούιτος διακόνου καὶ Αὐρηλίου Ἀνουφίου Βόττου, μητρὸς Ταπεοῦτος, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογοῦμεν, ἐπομνύμενοι τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντοςδεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι, μονῆς καὶ ἐμφανείας, Αὐρηλίους Ψενθαῆσιν Μουσαίου Πάνπετ καὶ τὸν τούτου υἱὸν Βίκτορα, ποιμένας καὶ ἀγροφύλακας πεδιάδος Φέρκο, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτοὺς παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶἀκαταγνώστως καὶ μηδαμῶς αὐτοὺς ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενοι παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτοὺς καὶ παραδώσομεν ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθεῖεν καὶ ζητούμενοι μὴ εὑρεθεῖεν τε, ἑτοίμως ἔχομεν οἱ προγεγραμμένοι ἐγγυηταὶ παρέξωμεν ὑπὲρ τῆς αὐτῶν ἀπολείψεως χρυσοῦ νομίσματα δώδεκα . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἡμᾶς ἀναλαβεῖν ταύτην ἡμῶν τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ἢ ἔνοχοι εἶμεν τῷ θείῳ ὅρκῳ καὶ τὸ περὶ τοῦτο ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ☧ Ἰωάννης Βησκούιτος διάκονος ὁ προκείμενος ἐγγυῶμαι τοὺς προκειμένους Ψενθαῆσιν καὶ τὸν υἱὸν αὐτοῦ Βίκτωρα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀνοῦφις Βόττου ὁ προκείμενος ἐγγυῶμαι τοὺς προκειμένους Ψενθαῆσιν καὶ τὸν υἱὸν αὐτοῦ Βίκτωρα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. ☧ Αὐρήλιος Μουσῆς Ψαίου μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τῶν θεμένων. δηλαδὴ εἰἀπολημφθείη τις ἐκ τῶν εἰρημένων Ψενθαήσεως καὶ Βίκτωρος, τὴν προκειμένηνκαταδίκην ἐπιγνωσόμεθα ὑμῖν. εἰ δὲ οἱ δύο ἀπολημφθεῖεν, ὡσαύτως ὑπὲρ δίκης τῶν δώδεκα νομισμάτων ἐπιγνωσόμεθα. ☧ ὁ αὐτὸς Ἰωάννης στοιχεῖ μοι ☧ ὁ αὐτὸς Ἀνοῦφις στοιχεῖ μοι ☧ ἐγράφη διʼ ἐμοῦ Ἰσακίου νομικοῦ οθ… [pg4] † ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ πεντεκαιδεκάτης ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἀνουφίου Ἑρμαούωτος Ἀτρεάτου μητρὸς Θέκλας, ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρηλίους Ἠλίαν Ψαίου καὶ τὸν τούτου γαμβρὸν Βίκτωρα Ἑρμαούωτος ποιμένας καὶ ἀγροφύλακας τῆς δεκανίας Τειαε, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτοὺς παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτοὺς ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενοι παρὰ τῆς σῆς ἐντρεχείας, παρενεγκεῖν αὐτοὺς καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθεῖεν καὶ ζητούμενοι μὴ εὑρεθεῖέν τε, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτῶν ἀπολείψεως χρυσοῦ νομίσματα δώδεκα . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ?, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧ ☧ ☧ ☧ Αὐρήλιος Ἀνοῦφις Ἑρμαούωτος ὁ προκείμενος ἐνγυῶμαι τοὺς προκειμένους Ἠλία καὶ Βίκτωρα εἰς νομίσματα δώδεκα , καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Μουσῆς Μάρτης μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg5] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Ἰωάννου Κωσταντίου, μητρὸς Μαριὰμ, συντελεστοῦ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Βίκτορα Ψαίου ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας καλουμένης Φέννεως, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ἀόκνως ποιεῖσθαι καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα † † † Αὐρήλιος Ἰωάννης Κωσταντίου ὁ προκείμενος ἐνγυῶμαι τὸν προκείμενον Βίκτωρα Ψαίου εἰς νομίσματα ἓξ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἰωάννης Κωσταντίου στοιχεῖ. Ἀπολλὼς Ἑρμίου μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg6] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Πόννιτος ἐκ πατρὸς Ἀτρῆτος Παπελατε, μητρὸς ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ψάιον Πατερμουθίου, ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας Ψιλάμπων, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις ἀόκνως καὶ ἀκαταγνώστως, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων ποιεῖσθαι, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧ ☧ ☧ ☧ Αὐρήλιος Πόνιτος Ἁτρῆτος ὁ προκείμενος ἐγγυῶμαι τοὺς προκειμένους ΨαίουΠατεμούθου εἰς νομίσματα ἓξ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φλαύιος ΘεότεκνοςΨαίου ἀποπραιποσίτου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. [pg7] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ υ῾περφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Μουσαίου Μάρτου κυμινοπώλου, μητρὸς Θέκλας, ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μόνης καὶ ἐμφανείας Αὐρήλιον Ἑρμαουῶν Ἰωσηφίου Πλὼκ ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας καλουμένης Τήρκεως, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. εἰ δὲ ἀπολειμφθείη καὶ ζητουμένος μὴ εὐρηθείη τε, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεωςχρυσοῦ νομίσματα δώδεκα . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἤ ἔνοχος εἰη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧ ☧ ☧ Αὐρήλιος Μουσῆς Μάρτου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Ἑρμαυῶν Υ̓ωσηφίου καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιπόσιτος μαρτυρῶ τῇἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. Ἀπολλὼς Ἑρμίου μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου ☧ νομίσματα ιβ [pg8] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου, Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Φοιβάμμωνος Ἑρμαουῶτος Οὐαινίνιος, μητρὸς Μαριὰμ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότυ ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Βίκτορα Ψαίου Καλεουακίου, ποιμένα καὶ ἀγροφύλακα πεδιάδος Καλεουάκιος, πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν δημοσίῳ τόπῳ, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα † † † Αὐρήλιος Φοιβάμμων Ἑρμάου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Βίκτωρα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. ☧ Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. † Φοιβάμμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg9] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ πεντεκαιδεκάτης ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἀπολλῶτος Ἑρμείου Πχιχῖτος, μητρὸς Θαησίας, συντελεστοῦ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ἰερημίαν Ἰωσηφίου ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας τοῦ λιβικοῦ Πορθμίου πρὸς ἐνιαύσιον χρόνον λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πρώτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων ἐν δημοσίῳ τόπῳ. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη τε, ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ☧ ☧ ☧ Ἀπολλὼς Ἑρμίου ὁ προκείμενος ἐγγυῶμαι τοῦ προκειμένου Ἰερημίου, καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ☧ Ἰερημίας Ἰακυβίου πρεσβυτέρος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg10] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἐνὼχ Ἑρμαουῶτος, μητρὸς Θέκλας, ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι. μονῆς καὶ ἐμφανείας Αὐρήλιον Ἴσακον Ψενθαησίου Ματσοῦκε, ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας Φέννεως, πρὸς ἐνιαύσιον χρόνον, λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων, καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν καὶ παραδώσω ὑμῖν ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν δημοσίῳ τόπῳ. εἰ δὲ ἀπολείφθειη καὶ ζητούμενος μὴ εὑρεθείη τε, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμόλογησα ☧ ☧ ☧ Αὐρήλιος Ἐνὼχ Ἑρμάου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Ἰσάκα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. ☧ Φοιβάμμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ☧ Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg11] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου, Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Φοιβάμμωνος Ψαίου, μητρὸς Θαησίας, πρεσβυτέρου τοῦ ἁγίου τόπου Ἄπα Πινουτίωνος περὶ τὴν αὐτὴν κώμην, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι, μονῆς καὶ ἐμφανείας, Αὐρήλιον Ψάιον Βίκτορος Πουσὶμ ποιμένα καὶ ἀγροφύλακα πεδιάδος Μηνωτ…, πρὸς ἐνιαύσιον χρόνον, λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ, ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ☧ Φοιβάμμων Ψαίου πρεσβύτερος ὁ προκείμενος ἐγγυῶμαι τοῦ προκειμένου Ψαίου καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. ☧ Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ. τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου † Ἰερημίας Ἰακυβίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. [pg12] ☧ ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνοξοτάτου καὶ ὑπερφυεστάτου Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Βίκτορος Μακαρίου, μητρὸς Μαρίας, ποιμένος ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Μηνᾶν Ψαίου ποιμένα καὶ ἀγροφύλακα τῆς δεκανίας ……, πρὸς ἐνιαύσιον χρόνον, λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι καὶ προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. εἰ δὲ ἀπολειφθείη, καὶ ζητούμενος μὴ εὑρεθείη, παράξω καὶ παραδώσω ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν δημοσίῳ τόπῳ, παρέξω ἐγὼ ὁ προγεγραμμένος ἐγγυητὴς, ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως, χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ αὐτῆς, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧ ☧ ☧ ☧ Αὐρήλιος Βίκτωρ Μακαρίου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Μηνᾶν καὶὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Κ…… Μουσαίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ☧ Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ☧ Φοιβάμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.