Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.fouad.1.43
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐμίσθωσεν Σερῆνος ὁ καὶ Διονύσιος Διονυσίου ἐξηγητεύσας τῆς Ὀξυρυγχιτῶν πόλεως Πτολεμαίῳ Παποντῶτος μητρὸς Ταΰριος καὶ Ἀντωνίῳ Θοτσύτμιος μη τρὸς Καϊποῦτος, ἀμφοτέροις καταγεινο μένοις ἐν κώμῃ Φοκώου, ἐπὶ χρόνον ἔ τη δύο ἀπὸ τοῦ ἐνεστῶτος τριακοστοῦ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῳ περὶ Φοκώου ἐκ μὲν νότου Τροχοῦ κτήματος οὗ ἔχουσι ἐν μισθώσει οἱ προτεταγμένοι τοῦ αὐτοῦ Σερήνου, ἀρούρας τεσσάρας τέταρτον ὥστε ταύτας τῷ μὲν ἐνεστῶτι σπεῖραι καὶ ξυλαμῆσαι πυρῷ καὶ κριθῇκρειθης ἐκφο ρίου τακτοῦ πυροῦ μὲν ἀρταβῶν δώδεκα καὶ κριθῆς ἀρταβῶν δέκα τεσσάρων , τῷ δὲ εἰσιόντι ἔτει ξυ λαμῆσαι χλωροῖς εἰς κοπὴν καὶ ἐπινομήν, φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς ἑξήκοντα . ἔτι δὲ μεμισθωκέναι τοῖς αὐτοῖς ἐξ ἀπηλι ώτου τούτων ἀρούρας ὀκτὼ ἐκ γεωμετρίας ὥστε καὶ ταύτας τῷ μὲν ἐνεστῶτι ἔτειἔτι ξυλαμῆσαι χλωροῖς φό ρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς εἴκοσι τεσσάρας , τῷ δὲ εἰσιόντι ἔτειἔτι σπεῖραι ἢ ξυλαμῆσαι κριθῇκρειθῇ ἐκφορίου κατʼ ἄ ρουραν ἀνὰ κριθῆςκρειθῆς ἀρτάβας ὀκ τώ . ὁμολογοῦσιν δὲ οἱ μεμισθω μένοι ἐντεῦθεν ἐσχηκέναι παρὰ τοῦ μεμισθωκότος εἰς σπέρματα τῆς γῆς πυροῦ ἀρτάβας τεσσάρας ἐπὶ διαφόρῳ ἐκ τρίτου, ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δη μοσίων ὄντων πρὸς τὸν μεμισ θωκότα, ὃν καὶ κυριεύειν τῶν καρ πῶν ἕως ἂν τὰ ὀφειλόμενα ἅπαντα κατʼ ἔτος κομίσηται· ἐὰν δέ τις ἄβροχος γένηται ἐν τῷ εἰσιόντι ἔτειἔτι, παραδεχθή σεται τοῖς μεμισθωμένοις. βεβαιουμέ νης δὲ τῆς μισθώσεως, ἀποδότωσαν οἱ μεμισθωμένοι εἰσκομισάμενοι τὰ δηλούμενα γένη ἐφʼ ἅλω Φοκώου, τὸν μὲν πυρὸν νέον καθαρὸν ἄ δολον ἄβωλον ἄκριθονἄκρειθον κεκοσκι νευμένον ὡς εἰς δημόσιον μετρού μενον, καὶ τὴν κριθὴνκρειθὴν ὁλομερῆ νέαν καθαρὰν ἄβωλον καλῶς πεπατημένην ην χωρὶς αἴρης καὶ ἀθέροςαἰθέρος πάντα μέτρῳ χοινικίῳ παραλημ πτικῳ τοῦ γεούχου σὺν τοῖς εἰς σπέρ ματα καὶ τῶν διαφόρων, τῶν πα ρʼ αὐτοῦ ἑαυτοῖς μετρούντων, γεινομέ νης αὐτῷ τῆς πράξεως ἔκ τε αὐτῶν ἀλληλενγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆ ταιCross-references (3)
- TM-Text 20989 primary
- DDbDP-Text p.fouad;1;43 tier-1
- HGV-Text 20989 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.