Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.frankf.2tripl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτο λεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατό ρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυνχίτου. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάνδρωι Κράτητος Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Πος Ὀξυρυνχίτηι ἱεροδούλωι τῆς ΘοήριοςΘυήριος τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι αἵ εἰσιν ἄρουραι εἴκοσι καὶ δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρτα βῶν ἑκατὸν εἴκοσι ἓξ τεσσαράκοντα ἓξ · δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείαςχρέας. ἐὰν δέ τινα γῆν εὕρῃ πλέω Εὔπολις τῶν εἴκοσι καὶ δύο ἀρουρῶν ἐκ γεωμετρίας καὶ τούτου μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτὼ σὺν σπέρματι τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐνἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶντῶμ πυ ρῶν δραχμὰς δέκα . ἡ δὲ καλάμη ἔστω Εὐπόλεως· τὸ δὲ ἄχυρον ἀλοήσας Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλε ξάνδρου καὶ Ὥρου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βε βαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατα σπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βε βαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔπολις Ἀλε ξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες. Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλα δέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμ πεδίωνος μηνὸς Ὑπερβερεταίου ἐν Θώλθει τοῦ Ὀξυρυνχίτου νομοῦ. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέωςἑρέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σω τήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φι λοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδι ώτης Ἀλεξάνδρωι Κράτητος Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Ὀξυρυνχίτηι ἱεροδούλωι τῆς ΘοήριοςΘυήριος τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι τῶν αἵ εἰ σιν ἄρουραι εἴκοσι καὶ δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσι τεσσαράκοντα ʼ ἕξ · δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρταβην μίαν ἐπὶ τῆς χρείας. ἐὰν ωμ εὕρῃ Εὔπολις πλέω τῶν εἴκοσι καὶ δύο ἀρου ρῶν τουους κατεσπαρμένην, τασσέσ θωσαν Εὐπόλει ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτὼ χωρὶς τοῦ ἐκφορίου σὺν σπέρματι. τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐνἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπο λεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι· ἐὰν δὲ μὴ ἀπο δῶσιν κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Ἀλέ ξανδρος καὶ Ὧρος Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶντῶμ πυρῶν δραχμὰς δέκα . ἡ δὲ κα λάμη ἔστω Εὐπόλεως· τὸ δὲ ἄχυρον ἀλοήσας Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Εὔ πολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κα τασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπί τιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰνἐὰμ μή τι βασι λικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἐπιφέρηται· μάρτυρες.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.