Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.6.1264tripl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτο λεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνρδου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργε τῶν καὶ θεῶν Φιλοπατόρων κανήφορου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει, ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος, Εὔ πολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάνδρωι Κράτητος Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Ὀξυρυγχί τηι ἱεροδούλωι τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι αἵ εἰσιν ἄρουραι εἴκοσι δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρτα βῶν ἑκατὸν τεσσαράκοντα ἕξ . ἐὰν δέ τινα γῆν πλέω εὕρῃ Εὔπολις τῶν εἴκοσι καὶ δύο ἀρουρῶν τοῦ αὐτοῦ μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον σὺν σπέρματι ἑκάστης ἀρούραςἀρούρης σὺν σπέρματι πυρῶν ἀρτάβας ὀκτώ . δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείαςχρέας. τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλεξάνδρος καὶ Ὧρος Ευπόλει ἐνἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδο λον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χόϊ τῶι Εὐπόλεως μετρή σει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώ ματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσανἀποτεισάτωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα. ἡ δὲ καλάμη ἔστω Εὐπόλεως, τὸ δὲ ἄχυρον ἁλοήσας Εὔπο λις ἐχέτω, καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὧρου πράσ σοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν, ἓως ἂν τὰ αὑ τοῦ κομίσηται. βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴντὴγ γῆν καὶ τοὺς κα τασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν. ἐὰν ἐὰν δὲ μὴ βεβαι ώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας, ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἡ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.