Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.14.2383
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
vestiges Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτειἔτι ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Θεόχρηστος Θρᾶιξ τῶν Φίλωνος ἰδιώτης Σιμί αι Δημητρίου Ἀθηναίωι τῆς ἐπιγονῆς τὸ ἔλειμμαἔλιμμα τοῦ ας κλήρου βαοδικὰ τοῦ ὅλου, αἵ εἰσιν ἄρουραι πέντε ἢ ὅσαι ἂν γένωνται ἐκ γεωμετρίας, σὺν σπέρματι ἀκίνδυνον ἐκφο ρίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶνἀρταβην ἑπτὰ ἡμίσους · δότω δʼ αὐτῶι Θεόχρηστος σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας· τὰ δʼ ἐκφόρια τὰ συνγεγραμμένα ἀπο δότω Σιμίας Θεοχρήστωι, ὅταν ὁ λοιπὸς σῖτος εἰσμετρῆται τῆς κώμης εἰς τὸ βασιλικὸν τοῦ δεκάτου ἔτους, σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι βασιλικῶι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς τὸντὸμ βασιλικὸν θησαυρὸν τὸν ἐν Θώλθει ἰδίωι ἀνηλώματι· ἐὰν δὲ vestiges τοτεαρα vestiges ἑκάστης τῶντῶμ πυρῶν δραχμὰς vestiges καὶ ἡ πρᾶξις ἔστω Θεοχρήστωι παρὰ Σιμίου πράσσοντι κα τὰ τὸ διάγραμμα· κυριευέτω δὲ Θεόχρηστος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται· βεβαιούτω δὲ Θεόχρηστος Σιμίαι τὴν γὴν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Θεόχρη στος Σιμίαι ἐπίτιμον ἀργυρίου δραχμὰς κοσίας· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·Cross-references (3)
- TM-Text 4000 primary
- DDbDP-Text bgu;14;2383 tier-1
- HGV-Text 4000 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.