Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.14.2384
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτώ · δότω δʼ αὐτοῖς Εὔ πολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας· τὰ δὲ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπόλεως μετρή σει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀναλώματι· ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω σαν Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα · ἡ δὲ καλάμη ἔστω Εὐπόλεως, τὸ δὲ ἄχυρον ἀλοήσας Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσ σοντι κατὰ τὸ διάγραμμα· κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται· βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμί σθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·Cross-references (3)
- TM-Text 4001 primary
- DDbDP-Text bgu;14;2384 tier-1
- HGV-Text 4001 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.