Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.freib.2.8

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον. Εὐδαίμονι τῶν κεκοσμητευκότωνκεκοσμητηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἰουλίας Δημαρίου μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη Λουκίου Ἀρουντίου Λόγγου, καὶ παρὰ τῶν ταύ της ἀδελφῶν, Μάρκου Ἰουλίου Οὐαλεριανοῦ καὶ Ἰουλίας Ἀφροδοῦτος, μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη τοῦ υἱοῦ Μάρκου Σεντίου Ἀκύλα· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστε ἐπεὶ ὅ τε Μᾶρκος Ἰούλιος Οὐαλερι ανὸς καὶ ἡ Ἰουλία Ἀφροδοῦς, εὐπειθεῖς γεγονότες ὑπὸ τῆς Ἰουλίας Δημαρίου καὶ ἀπεσχηκότες παρʼ αὐτῆς διά τε χειρὸς ἐξ οἴκου καὶ κατὰ διαγραφὴν διὰ τῆς Μάρκου Κλαυδίου Σαβείνου τραπέζης τὸ ἑσταμένον τῆς τιμῆς κεφάλαιον ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας πεντακοσίας καὶ κατὰ πᾶν συνπεπεισμένοι αὐτόθεν, πεπρακέναι τῇ Ἰουλίᾳ Δημαρίῳ τῶν κατηντηκότων εἴς τε αὐτοὺς Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ αὐτὴν Ἰουλίαν Δημάριον ἀπὸ κληρονομίας τοῦ μετηλλαχότος αὐτῶν ἑτέρου ἀδελφοῦ Μάρκου Ἰουλίου Γεμέλλου οὐετρανοῦ, ἀκολούθως ᾗ πε ποίηνται τῶν τούτουτου ἀφʼ ἧς ἔθετο Ῥωμαικῆς διαθήκης ἀπογραφῇ παρὰ τοῖς ἐπισκόποις τῷ πέμπτῳ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Δύστρῳ, δούλων σωμάτων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἐνγενῶν Ἀλεξανδρείας, ἁπλῷ χρήματι καὶ ὄντων ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, κοινῶν πρὸς αὐτὴν Ἰουλίαν Δημάριον τὸ ἐπιβάλλον αὐτοῖς, Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ Ἰουλίᾳ Ἀφροδοῦτι μέρος δίμοιρον, καὶ ἀπὸ τοῦ νῦν τὴν Ἰουλίαν Δημάριον, παρειληφυῖαν τὰ δοῦλα σώματα Ἀσκληποῦν καὶ Οὐνιῶνα καὶ τεταγμένην ὑπὲρ αὐτῶν τῇ τῶν ἀνδραπόδων ὠνῇ τὸ καθῆκον τέλος, κρατεῖν αὐτῶν καὶ κυ κυριεύειν καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν ἢ καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ἃς ἂνἐὰν αἱρῆται οἰκονομίας ἀνεμποδίστως, αὐτοῖς δὲ Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ Ἰουλίᾳ Ἀφροδοῦτι μηδʼ ἄλλῳἄλλου ὑπὲρ αὐτῶν μηδενὶ καταλεί πεσθαι ἔφοδον ἐπὶ τὰ δοῦλα σώματα Ἀσκληποῦν καὶ Οὐνιῶνα ἀπὸ μηδενὸς ἁπλῶς δικαίου κατὰ μηδένα τρόπον, βεβαιοῦν τε αὐτόν τε Μᾶρκον Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ ἑκάτερον αὐτῶν Δημαρίῳ, καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐνποιησόμενον τῶν δούλων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἢ μέρους αὐτῶν αὐτούς, Ἰούλιον Οὐαλερι ανὸν καὶ τὴν Ἰουλίαν Ἀφροδοῦν, κατὰ τὸ δίμοιρον μέρος ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν ἤ, χωρὶς τοῦ κύρια μένειν τὰ συνκεχωρημένα, ἔτι καὶ ἐκτίσεινἐκτείνειν αὐτοὺς ἐξ ἀλληλενγύης τὸ τῆς τιμῆς κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμονπρόστειμον καθάπερ ἐκἐγ δίκης. ἔστιν δὲ τὰ δοῦλα σώματα, ἡ μὲν Ἀσκλη ποῦς ὡς ἐτῶν δεκαπέντε , οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, ὁ δὲ Οὐνιῶν ὡς ἐτῶν ὀκτώ , ἄσημος, καθὼς καὶ ἀνείληφεν Ἰουλία Δημά ριον κατὰτὰ μὲν τῆς Ἀσκληποῦτος τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς συνχώρησιν οὖσαν ἐπὶ τοῦ τρίτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, μηνὸς Γερμανικείου, διʼ ἧς ἐδηλώθη ἡ δούλη Ἀσκληπιὰςασκληπους, κατὰ δὲ τοῦ Οὐνιῶνος τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς αὐτοῦ τοῦ δούλου Οὐνιῶνος καὶ ἑτέρας δούλης πράσεως συγχω ρήσεως οὔσης ἐπὶ τοῦ αὐτοῦ τρίτου ἔτους, μηνὸς Γερμανικείου, ἀντίγραφον καὶ τὰς τῶν δούλων προκτητικὰς ἀσφα λείας, μένοντος τοῦ λόγου τῇ ἠγορακυίῃ πρὸς τοὺς πεπρακόταςπεπρακότες καὶ τοῖς πεπρακόσι πρὸς αὐτὴν περὶ ὧν ἐὰν ἔχωσι πρὸς ἀλλήλους, μὴ ἐλαττουμένης τῆς Ἰουλίας Δημαρίου ὑπὲρ βεβαιώσεως οὗ κατεγράφη παρʼ αὐτῶν καὶ οὗ ἐὰν συν χωρήσωσιν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἄλλων δούλων Εὐφράτου καὶ Ἡρακλείας μέρους διμοίρου. ἀξιοῦμεν. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κεκϛ. Ἀπολλώνιος. κατακεχώρισται — Ἀπολλώνιος κατακεχώρικα. ἀντίγραφον ὠνῆς σωμάτων Ἰουλίας Δημαριόυ πρὸς ἀδελφοὺς δ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.