Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.freib.3.34
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου, ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαραπιάδος τῆς Ἀπολλωνίου Σαραπιάδος τῆς Ἀπολλων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρίου, ἱερείας Ἀρσι νόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου νουμηνίαι Μεσορὴ νουμηνίαι ἐν Φιλαδελ φείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πτολέμαρχος Μακεδὼν τῶν Μητροφάνους τῆς τῶν Θεσ σαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱππαρχίας Θεοκλεῖ Εὐβουλίδου Μακεδόνι τῆς ἐπιγονῆς ν τοῦ Ἀρσινοίτου νομοῦ γῆς ἀρούρας τριάκοντα ς ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν ἄσπερμον καὶ ἀκίνδυνον καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν ἀβρόχου, ἥτις ἂν γένηται ἐν τῆι γῆι ταύτηι. τῆς δὲ ἀβρόχου γῆς γενομένης μὴ ἀποτινέτω Θεοκλῆς τὸ ἔλλειμμα. βρεχείσης δὲ τῆς γῆς κατασπειράτω καὶ καρπισάσθω τὴν γῆν Θεοκλῆς καθʼ ὥραν τοῖς ἰδίοις ἀναλώμασι σπέρματα ἑαυτῶι παρέχων, ρον. ἐὰν δὲ μὴ κατασπείρηι τὴν γῆν ἢ ἐγλίπηι τὴν μίσθωσιν πρὸ τοῦ χρόνου ἀποτεισάτω ὑπολογήσας πρότερον, ὃ ἂν Πτολεμαρχ ἔχει δὲ Πτολέμαρχος παρὰ Θεοκλέους πρόδομα εἰς τὰ προγεγραμμένα ἐκφόρια χαλκοῦ νομίσματος τά λαντα δύο δραχμὰς δισχιλίας , ἑκάστου ἔτους τόκων διδράχμων τῆι μνᾶι τὸν μῆνα ἕκαστον. ταῦτα δὲ ἀποδότω Θεοκλεῖ Πτολεμάρχου, τῶν δύο ταλάντων καὶ δραχμῶν δισχιλίων Πτολέμαρχος. ἐὰν δὲ μὴ ἀποδῶι, συγχωρεῖ Πτολέμαρχος Θεοκλεῖ ὑπολογεῖν ὑπὲρ τοῦ προδόματος καὶ ὧν ἂν ἄλλων προσοφειλήσηι ἀπὸ τῶν ἐκφορίων σῖτον τιμῶν τῶν ἐσομένων ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Πτολέ μαρχος. Θεοκλέους ἤτοι κατʼ ἐπιστολὰς ἢ κατ ἐὰν δέ τι πραχθῆι Θεοκλῆς ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Πτολεμάρχου εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ἐπιδείξαντι σύμβολον ὁμόλογον καὶ ταῦτα ὡσαύτως ἐξέστω Θεοκλεῖ ὑπολογεῖν εἰς τὰ ἐκφό ρια τιμῶν τῶν ἐσομένων ἐπὶ τῆς ἅλω. τοῦ δὲ ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Πτολέμαρχος Θεοκλεῖ ἐπίτι μον καὶ τὸ πρόδομα ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Θεοκλεῖ ἐκ Πτολεμάρχου, ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται, καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω καὶ ἐξέστω Θεοκλεῖ καὶ τοῖς παρʼ αὐτοῦ ἀντεξάγειν τὸν εἰσβιαζόμενον εἰς τὴν γῆν ἀνυπευθύνοις οὖσιν παντὸς ἐπιτίμου καὶ πάσης ζημίας. ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, παρʼ ὃ οὐ δυνήσεται βεβαιοῦν Πτολέμαρχος τὴν μίσθωσιν, ἀποδότω Πτο λέμαρχος Θεοκλεῖ τὸ πρόδομα καὶ ὅντινʼ ἂν ὀφείληι ἤτοι χαλκὸν ἢ πυρὸν ἐν ἡμέραις ἀφʼ ἧς ἂν προείπηι. ἐὰν δὲ μὴ ἀποδῶι, τὸ μὲν πρόδομα ἀποτεισάτω ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν, τῆς πράξεως οὔσης Θεοκλεῖ καὶ τοῖς παρʼ αὐτοῦ κατὰ τὸ διάγραμμα. βεβαιουμένης δὲ αὐτῶι τῆς μισθώσεως καὶ Πτολέμαρχος. ἐὰν δέ τινα περιλείπηταιπεριλείπεται τὰ ἔτι ὀφειλόμενα, ἐπιγεωρ γείτω Θεοκλῆς τὴν γῆν καὶ κομιζέσθω ἐπὶ τῇ ἐπιγεωργίαι τὰ περιλειπόμενα τῶν ἔτι ὀφειλομένων. ἀποδότω δὲ τὰ ἐκφόρια ἐν μηνὶ Ἀπελλαίωι, Αἰγυπτίων δὲ Παῦνι ἢ ὅταν ἡ ἄφεσις τῶν γενημάτων δοθῆι πυρὸν νέον καθαρὸν καὶ ἄδολον καὶ μὴ μέλανα πυρὸν τοῦ γενομένου ἐν τῆι γῆι ταύτηι μέτρωι τῶι δε καχοινίκωι τῶι ἐν τῆι ἐν Φιλαδελφείαι ἀγορᾶι μετρήσει καὶ σκυτάλῃ δικαίαι καὶ ἀποκαταστησάτω εἰς οὗ ἂν Πτολέμαρχος συντάξηι τοῖς ἰδίοις ἀναλώμασιν. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα Θεοκλῆς Πτολεμάρχωι καὶ ἡ πρᾶξις ἔστω Πτολεμάρχωι ἐκ Θεοκλέους καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῶι συντασσε ειCross-references (3)
- TM-Text 2794 primary
- DDbDP-Text p.freib;3;34 tier-1
- HGV-Text 2794 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.