Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1119

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πρωτάρχωι παρὰ Πτολεμαίου τοῦ Ἀνταίου Τημενείου καὶ Λέοντος τοῦ Θεοδότου Ἀλεξανδρέως καὶ παρὰ Ἀπολλωνίου τοῦ Ἀχιλλέως Πέρσου τῆς ἐπιγονῆς. συνχωρεῖ ὁ Ἀπολλώνιος μεμισθῶσθαι παρὰ τοῦ Πτολεμαίου καὶ Λέοντος ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ Θῶυθ τοῦ εἰσιόντος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος παρὰ μὲν τοῦ Πτο λεμαίου τὸ ὑπάρχον τῇ γυναικὶ αὐτοῦ Τρυφαίνηι Θέωνος ἀστῆι μέρος τρίτον, παρὰ δὲ τοῦ Λέοντος ὁμοίως τὸ ὑπάρχον αὐτῷ μέρος τρίτον ἀπὸ κοινοῦ καὶ ἀδιαιρέτου τενάγους ἀρουρῶν τεσσάρων ἡμίσους ἢ ὅσαι ἐὰν εαν ὦσι, ἐν αἷς νυνὶνυνεὶ ἄμπελοι καὶ ῥοδεὼν καὶ κυαμῶνες οὐσῶν δὲ ἐν σφραγῖσισφραγεῖσι δυσὶ ἐπὶ τῆς κα τὰ Κανωβὸν ταινίας κατὰ ἱερὰν ἐν τοῖς λεγομένοις Τὰ συν εχόμενα Παμυχήους φόρου τοῦ συνκεχωρημένου κατʼ ἐ νιαυτὸν ἕκαστον ἀργυρίου δραχμῶν ὀγδοήκοντα, ὃν καὶ διορθώσεται ὁ Ἀπολλώνιος ἀποδοὺς τῶι Πτολεμαίωι καὶ Λέοντι κατʼ ἔτος ἐν ἀναφοραῖς ἰσομερέσι τρισὶ διὰ τετραμήνου ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώματος, ἐπὶ τούτοις τὸν Ἀπολλώνιον ἀντεχόμενον τῶν με μισθωμένων ἐπιτελεῖν ἀμπέλων καὶ τῶν κυα μώνων τὰ προσήκοντα ἔργα πάντα καθʼ ὥραν καὶ κατὰ καιρὸν ἀρεστῶς μηδὲν εργοῦντα μηδὲ καταβλάπτοντα μηδὲ παραλείποντα ἔργον μηδὲν τῶν εἰς εὐεργίαν ἀνηκόντων, σκάπτων τὸ κοινὸν κατὰ τρόπον καὶ ποτίζων τοῖς δέουσι ποτισμοῖς κατα νευων τῇ κατὰ καιρὸν λαχανείᾳ καὶ ἐάν τινα τῆς ἀμπέλου ἢ τοῦ ῥοδεῶνος ἐγλείπῃ, ἀντικατα φυτεύειν τὰ αὐτὰταυτὰ γένη αὐτενίαυτα καὶ μὴ ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου, διελθόντος δὲ τούτου παραδοῦναι αὐτὸν τὰ μεμισθωμένα σύνφυτα καὶ εὐθηνοῦντα καὶ ευερημενα καὶ καθαρὰ ἀπὸ πά σης δείσης καὶ ἐν μηδενὶ χείρονα δὲ καὶ τὸν φραγμὸν ὑγιᾶ οἷον καὶ παρείληφεν ἢ καθʼ ὃ ἐὰν παραβαίνῃ, εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐπάναγκεςἐπάναγκαιςἐπ’ ἀνάγκαις τα μ ἐπιτελέσαι καὶ ἐκτεῖσαι οὕς τε ἐὰν ἐνοφείλῃ τῶν φόρων σὺν ἡ μιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπίτι μον ἀργυρίου δραχμὰς πεντακοσίας ἐξουσίας οὔσης τοῖς μεμισθωκόσι, ἐὰν ἔν τινι παρασυγγράψῃ ὁ Ἀπολλώνιος, ἐγβάλλειν αὐτὸν ἐντὸς τοῦ χρόνου τῆς μισθώσεως καὶ ἑτέροις μεταδεναλας πράσ σειν δὲ καὶ τὸ ἐσόμενον παρὰ τὴν ἀναμίσθωσιν βλάβος γινομένης τοῖς μεμισθωκόσι τῆς πράξεως ἔκ τε τοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγ κῃ πίστεων πασῶν καὶ προσταγμάτων σκέπης πάσης, ποιοῦντος δʼ αὐτοῦ κατὰ τὰ προγεγραμμένα καὶ τὸν Πτολεμαῖον καὶ Λέοντα βεβαιοῦν αὐτῶι τὴν μίσθω σιν ἐπὶ τὸν χρόνον μετὰ τῆς τιαιν ἐντὸς τς ἀποθεῖναι τῶι φόρωι ἢ καὶ Πτολεμαῖον καὶ Λέοντα ἐνόχους εἶναι τοῖς αὐτοῖς βλάβεσι συνχώρησιν ἐφʼ ὧι παραδέξονται τῶι Ἀπολλωνίωι τῶν γενομένων καρπῶν τὴν συντίμησιν. ἔτους κε Καίσαρος δι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.