Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1122

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κόλλημα Πρωτάρχωι παρὰ Γαίου ινασινου καὶ παρὰ Πάπου καὶ Πτολεμαίου ἀμφοτέρων περ περὶ τὰ διεσταμένα συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ ἐξ ειλήφασινὥστε ἐξ5.-ειλήφασινὥστε ἐπεὶ εἰληφασιν ὅ τε Πάπος καὶ Πτολεμαῖος παρὰ τοῦ Γαίου καταφυτείανπεριφυτείανεἰς ρυτη καὶ ἀναγωγὴν ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος ἀρούρας δύο οὔσας ἐν τοῖς ὑπάρ χουσι αὐτῶι ἀμπελικοιςεσικοῖς κτήμασι περὶ κώμην Ταφιλις τῆς μίαν ἐν ἐπισήμωι Μούσαις, τὴν δὲ ἑτέραν ἐν ἐπισήμωι πριστει μισθοῦ τοῦ ἑσταμένου τῶν δύο ἀρουρῶν ὑπὲρ τῶν δύο ἀρουρῶν ἀργυρίου Πτολεμαικοῦ δραχμῶν τετρακοσίων πεντήκοντα, ἀφʼ ὧν καὶ αὐτόθεν ἔχειν παρὰ τοῦ Γαίου ραπ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς σ, τὰς δὲ λοιπὰς δραχμὰς σν λήμψονται ἐν δόσεσι ἰσομερέσι δυσὶ ὧν τὴν μὲν πρώτην Μεχεὶρ τοῦ εἰσιόντος ιη ἔτους Καίσαρος δραχμὰς ρκε, τὴν δὲ δευτέραν ἐπὶ τῆς ἀναγωγῆς τὰς λοιπὰς δραχμὰς ρκε, ἀπὸ δὲ τοῦ νῦν ἐπιτελέσειν αὐτοὺς Πάπον καὶ Πτολεμαῖον ἀμπελ οινοπ τὰ τῆς φυτείας τῶν δύο ἀρουρῶν τιθέντες τὸ φυτὸν ἐν αρουρ αρ ἔχον τὸ καθῆκον βάθος. τοῦ Γαίου παρέχοντοςπαρέχοντες αὐτοῖς ἐπὶ τοῦ βοθύνου τὸ φυτὸν καὶ χάρακας καὶ φλοῦν καὶ τὸν κάλαμον τὰ αὐταρκοῦντα καὶ τὸ ὕδωρ ἐπὶ τῆς στάσεως σκάπτοντας καὶ ποτίζοντας κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς τοῦ Γαίου παρέ χοντος αὐτοῖς τὸ φυτὸν ἐπὶ τοῦ βοθύνου καὶ χάρακας καὶ φλοῦν καὶ τὸν κάλαμον τὰ αὐταρκοῦντα καὶ τὸ ὕδωρ ἐπὶ τῆς στάσεως μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν ἔγλημ ψιν ἐντὸς τοῦ χρόνου ἐφʼ ὃν καὶ ἐὰν συνβῇ τινα τῶν φυτῶν διαληναι καταφυ τεύσειν αὐτοὺς ἐκ τοῦ ἰδίου τὰ αὐτὰταυτὰ γένη αὐτενίαυτα ἐκ τοῦ ἰδίου μηδὲν χείρονα καὶ ἐπὶ δὲ τοῦ συνπληρωθῆναι τοῦτον παραδώσειν αὐτοὺς τὰς δύο ἀρούρας συνφύτους καὶ εὐθηνούσας καὶ ἀναγομένας ἐπὶ τὸ ἴσον, ἐὰν δέ τι παραβαίνωσιν εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρισυνέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι ἅ τε ἔχουσι τοῦ μισθοῦ καὶ ὃ ἐὰν μέρος λάβωσι σὺν ἡμιολίᾳ καὶ καταβλάψωσι διπλοῦν καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γεινομένης ἐκ τῶι Γαίωι ἔκ τε ἀμφοτέρων ἀλλήλων ἐνγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιἐπενένκωσι πίστεων πασῶν σκέπης πάσης μηδὲν ἧσσον ἐξουσίας οὔσης τῶι Γαίωι παρασυνγρα φοῦντας αὐτοὺς μεθισταμένωι τῆς ἐγλήμψεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιούντων δὲ αὐτῶν ἕκαστα ἀκολούθως καὶ τὸν Γάιον παρέχεσθαι αὐτοῖς τὴν ἔγλημψιν ἐπὶ τὸν χρόνον καὶ προσαποδιδόναι τὸ λοιπὸν τοῦ μισθοῦ ἐν ταῖς σεσημασμέναις δόσεσι ἢ καὶ αὐτὸν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον μενού σης τῷ Γαίωι τῆς ἐπὶ τοὺς αὐτοὺς Πάπον καὶ Πτολεμαῖον ἐφόδου περί τε μισθώσεων τῶν προκειμένων κτημάτων καὶ ὧν ἑτέρων ὀφείλωσιν ἄνευ συνχωρήσεως ἐν ἀμπελικοῖς κτήμασιαμπκ κτήμασι υμ συνχωρη ἔτους ιζ Καίσαρος Φαρμοῦθι ε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.