no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Acknowledgment of repayment of a wheat loan. A notarial acknowledgment from Philadelphia in the Fayum, dated 13 June AD 71, in which Nekpheros son of Petesouchos declares that Herakleides son of Dioskoros has repaid in full a loan of wheat made in Nero's 13th year. Nekpheros renounces all further claims and returns the loan document for cancellation. machine translation
Linked by Trismegistos ID
TM 11204.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ μηνὸς Λωείου ἐννεακαιδεκάτῃ Παῦνι
ἐννεακαιδεκάτῃ ἐν Φιλαδελφίᾳ τῆς Ἡρακλείδου
μερίδος τοῦ Ἀρσινοειτου νομοῦ. ὁμολογεῖ Νεκφερῶς Πετεσούχου ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ
πήχει δεξιῶι Ἡρακλείδῃ Διοσκόρου ὡς ἐτῶν
τριάκοντα πέντε οὐλὴ δακτύλωι[…]
ἀριστερᾶς χειρὸς ἀπεσχηκέναι παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἃς ἐδάνεισεν αὐτῶι καθʼὁμολογίαν δανείου τῶι τρεισκαιδεκάτωι ἔτει Νέρωνος
μηνὶ Καισαρείωι ἐπαγομένων τρίτῃ διὰ τοῦ
αὐτοῦ γραφείου τὰς τοῦ πυροῦ ἀρτάβας[…]
ἐκ πλήρους καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα Νεκφερῶν ἐπὶ τὸν Ἡρακλείδην
μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδεμίας ὀφειλῆς
μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος
ἐνγράπτου ἢ ἀγράφου τῶν ἐκ τῶν ἐπάνω χρόνων
μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀλλὰ μηδὲ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν τρόπωι μηδενὶ
καὶ ἀναδεδωκέναι τῶι Ἡρακλείδῃ τὴν
τοῦ δανείου ἀσφάλειαν εἰς ἀκύρωσιν καὶ ἀθέτησιν. ὅ τι δʼ ἂν τούτων παραβῇ ὁ ὁμολογῶν ἀποτεισάτω παραχρῆμα τὰ βλάβη
καὶ τὰ δαπανήματα καὶ[…]…[…]
ὑπογραφεῖς τοῦ ὁμολογοῦντος[…]
ξιου ὡς ἐτῶν πεντήκοντα […] οὐλὴ
καρπῶι ἀριστερᾶς χειρός, τοῦ δὲ Ἡρακλείδου
Ἡρακλῆς Νεμ[…]ὡς ἐτῶν[…]
χωλαίνων ἐν δεξιῶι[…] Νεκφερῶς Πετεσούχου ὁμολογῶ ἀπέχειν παρὰ Ἡρακλείδου
τοῦ Διοσκόρου τὰς τοῦ πυροῦ ἀρτάβας[…]
…[…]… ἐκ πλήρους καὶ μὴ ἐπελεύσεσθαι καθὼς προγέγραπται.[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.