no image
DDbDP-text
Restituzione di prestito in natura via HGV-meta
Receipt for repayment of a loan of wheat at Tebtynis. A notarial receipt from Tebtynis in which Orsenouphis son of Apynchis acknowledges repayment of a loan of 50 artabas of wheat by the brothers Kronion and Harphaesis. He returns the loan contract, made in Hathyr of the same year, for cancellation and renounces further claims. machine translation
Linked by Trismegistos ID
TM 11533.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
[…]ἐν Τεβτύνι τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ὀρσενοῦφις Ἀπύγχεως ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Κρονίωνι ὡς ἐτῶν πεντήκοντα δύο , οὐλὴ
δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς καὶ Ἁρφαῆσι ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ
ἀντικνημίῳ ἀριστερῶι, ἀμφοτέροις
Κρονίωνος τοῦ Χεῶτος ἀπέχειν παρʼ αὐτῶν, τῶν δύο Κρονίωνος καὶ Ἁρφαήσεως, πυροῦ ἀρτάβας πεντήκοντα ἃς
ὤφειλον οἱ δύο τῷ Ὀρσενοῦφι καθʼ ὁμολογίαν χρήσεως τετελειωμένης διὰ τοῦ αὐτοῦ γραφείου τῷ ἐνεστῶτι ἔτει μηνὶ Ἁθὺρ
ἑκκαιδεκάτηι, ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀκύρωσιν, ὑπὲρ ὧν καὶ μηδὲ
ἐπελεύσεσθαι τὸν Ὀρσενοῦφιν μηδὲ
τοὺς παρʼ αὐτοῦ ἐπὶ τοὺς δύο Κρονίωνα καὶ Ἁρφαῆσιν μηδὲ τοὺς παρʼ αὐτῶν μηδὲ περὶ ἑτέρου ἁπλῶς
πράγματος μέχρι τῆς ἐνεστώσης
ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεὺς
τῆς ἀποχῆς ὁ Μάρων Μάρωνος[…]…[…]ὡς
ἐτῶν πεντήκοντα οὐλὴ γαστροκνημίᾳ[…]
Ὀρσενοῦφις Ἀπύγχεως ὁμολογῶἀπέχειν παρὰ Κρονίωνος καὶ Ἁρφαήσεως ἀμφοτέρων
Κρονίωνος τοῦ Χεῶτος τὰς τοῦ πυροῦ ἀρτάβας
πεντήκοντα , καὶ οὐκ ἐπελεύσομαι
[…]…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.